Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

5.28 Ἢ γὰρ οὐ καλῶς καὶ ἀληθῶς οὐκ ἐν τόπῳ τινὶ περιγράφομεν τὸν ἀπερίληπτον οὐδ᾿ ἐν ἱεροῖς καθείργνυμεν »χειροποιήτοις« τὸ πάντων περιεκτικόν; τί δ᾿ ἂν καὶ οἰκοδόμων καὶ λιθοξόων καὶ βαναύσου τέχνης ἅγιον εἴη ἔργον; οὐχὶ ἀμείνους τούτων οἱ τὸν ἀέρα καὶ τὸ περιέχον, μᾶλλον δὲ τὸν ὅλον κόσμον καὶ τὸ σύμπαν ἄξιον ἡγησάμενοι τῆς τοῦ θεοῦ ὑπεροχῆς; γελοῖον μεντἂν εἴη, ὡς αὐτοί φασιν οἱ φιλόσοφοι, ἄνθρωπον, ὄντα »παίγνιον θεοῦ«, θεὸν ἐργάζεσθαι καὶ γίγνεσθαι παιδιὰν τέχνης τὸν θεόν. ἐπεὶ τὸ γινόμενον ταὐτὸν καὶ ὅμοιον τῷ ἐξ οὗ γίνεται, ὡς τὸ ἐξ ἐλέφαντος ἐλεφάντινον καὶ τὸ ἐκ χρυσοῦ χρυσοῦν· τὰ δὲ πρὸς ἀνθρώπων βαναύσων κατασκευαζόμενα ἀγάλματά τε καὶ ἱερὰ ἐκ τῆς ὕλης τῆς ἀργῆς γίνεται, ὥστε καὶ αὐτὰ ἂν εἴη ἀργὰ καὶ ὑλικὰ καὶ βέβηλα. κἂν τὴν τέχνην ἐκτελέσῃς, τῆς βαναυσίας μετείληφεν· οὐκέτ᾿ οὖν ἱερὰ καὶ θεῖα τῆς τέχνης τὰ ἔργα. τί δ᾿ ἂν καὶ ἱδρύοιτο μηδενὸς ἀνιδρύτου τυγχάνοντος. ἐπεὶ πάντα ἐν τόπῳ; ναὶ μὴν τὸ ἱδρυμένον ὑπό τινος ἱδρύεται πρότερον ἀνίδρυτον ὄν. εἴπερ οὖν ὁ θεὸς ἱδρύεται πρὸς ἀνθρώπων, ἀνίδρυτός ποτε ἦν καὶ οὐδ᾿ ὅλως ἦν. τοῦτο γὰρ ἂν εἴη ἀνίδρυτον, τὸ οὐκ ὄν· ἐπειδήπερ πᾶν τὸ μὴ ὂν ἱδρύεται. τὸ δὲ ὂν ὑπὸ τοῦ μὴ ὄντος οὐκ ἂν ἱδρυνθείη, ἀλλ᾿ οὐδ᾿ ὑπ᾿ ἄλλου ὄντος· ὂν γάρ ἐστι καὶ αὐτό.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi