Kitap 7
5.29
λείπεται δὴ ὑφ᾿ ἑαυτοῦ. καὶ πῶς αὐτὸ ἑαυτό τι γεννήσει; ἢ πῶς αὐτὸ τὸ ὂν ἑαυτὸ τῷ εἶναι ἐνιδρύσει; πότερον ἀνίδρυτον ὂν πρότερον ἵδρυσεν ἑαυτό; ἀλλ᾿ οὐκ ἂν οὐδ᾿ ἦν, ἐπεὶ τὸ μὴ ὂν ἀνίδρυτον· καὶ τὸ ἱδρῦσθαι νομισθὲν πῶς, ὃ φθάσαν εἶχεν ὄν, τοῦθ᾿ ἑαυτὸ ὕστερον ἂν ποιοίη; οὗ δὲ πάντα τὰ ὄντα, πῶς [οὖν] τοῦτ᾿ ἂν δέοιτό τινος; ἀλλ᾿ εἰ καὶ ἀνθρωποειδὲς τὸ θεῖον, τῶν ἴσων δεήσεται τῷ ἀνθρώπῳ, τροφῆς τε καὶ σκέπης οἰκίας τε καὶ τῶν ἀκολούθων πάντων. οἱ ὁμοιοσχήμονες γὰρ καὶ ὁμοιοπαθεῖς τῆς ἴσης δεήσονται διαίτης. εἰ δὲ τὸ ἱερὸν διχῶς ἐκλαμβάνεται, ὅ τε θεὸς αὐτὸς καὶ τὸ εἰς τιμὴν αὐτοῦ κατασκεύασμα, πῶς οὐ κυρίως τὴν εἰς τιμὴν τοῦ θεοῦ κατ᾿ ἐπίγνωσιν ἁγίαν γενομένην ἐκκλησίαν ἱερὸν ἂν εἴποιμεν θεοῦ τὸ πολλοῦ ἄξιον καὶ οὐ βαναύσῳ κατεσκευασμένον τέχνῃ. ἀλλ᾿ οὐδὲ ἀγύρτου χειρὶ δεδαιδαλμένον, βουλήσει δὲ τοῦ θεοῦ εἰς νεὼν πεποιημένον; οὐ γὰρ νῦν τὸν τόπον, ἀλλὰ τὸ ἄθροισμα τῶν ἐκλεκτῶν ἐκκλησίαν καλῶ. ἀμείνων ὁ νεὼς οὗτος εἰς παραδοχὴν μεγέθους ἀξίας τοῦ θεοῦ. τὸ γὰρ [περὶ] πολλοῦ ἄξιον ζῷον τῷ τοῦ παντὸς ἀξίῳ. μᾶλλον δὲ οὐδενὸς ἀνταξίῳ. δι᾿ ὑπερβολὴν ἁγιότητος καθιέρωται. εἴη δ᾿ ἂν οὗτος ὁ γνωστικὸς ὁ πολλοῦ ἄξιος ὁ τίμιος τῷ θεῷ, ἐν ᾧ ὁ θεὸς ἐνίδρυται. τουτέστιν ἡ περὶ τοῦ θεοῦ γνῶσις καθιέρωται. ἐνταῦθα καὶ τὸ ἀπεικόνισμα εὕροιμεν ἄν, τὸ θεῖον καὶ ἅγιον ἄγαλμα, ἐν τῇ δικαίᾳ ψυχῇ, ὅταν μακαρία μὲν αὐτὴ τυγχάνῃ. ἅτε προκεκαθαρμένη. μακάρια δὲ διαπραττομένη ἔργα. ἐνταῦθα καὶ τὸ ἐνίδρυτον καὶ τὸ ἐνιδρυόμενον, τὸ μὲν ἐπὶ τῶν ἤδη γνωστικῶν, τὸ δὲ ἐπὶ τῶν οἵων τε γενέσθαι, κἂν μηδέπω ὦσιν ἄξιοι ἀναδέξασθαι ἐπιστήμην θεοῦ. πᾶν γὰρ τὸ μέλλον πιστεύειν πιστὸν ἤδη τῷ θεῷ καὶ καθιδρυμένον εἰς τιμὴν ἂγαλμα ἐνάρετον, ἀνακείμενον θεῷ.