Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

6.30 Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι. οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ γενητά. ὡς θυσιῶν, δίκην τροφῆς, διὰ λιμὸν ἐπιθυμεῖν. ὧν ἅπτεται πάθος. φθαρτὰ πάντα ἐστί, καὶ τῷ μὴ τρεφομένῳ προσάγειν βορὰν μάταιον. καὶ ὅ γε κωμικὸς ἐκεῖνος Φερεκράτης ἐν Αὐτομόλοις χαριέντως αὐτοὺς πεποίηκεν τοὺς θεοὺς καταμεμφομένους τοῖς ἀνθρώποις τῶν ἱερῶν· ὅτε τοῖσι θεοῖσ[ι] θύετε, πρώτιστα ἀποκρίνετε τοῖς ἱερεῦσιν τὸ νομιζόμενον, κἄπειθ᾿ ὑμῖν, εἶτ᾿ (αἰσχύνη τὸ κατειπεῖν) εὖ τὼ μηρὼ περιλέψαντες [κομιδῇ] μέχρι βουβώνων κρέα πάντα καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν ὥσπερ ῥίνῃ ῥινήσαντες νέμεθ᾿ ὥσπερ [καὶ] τοῖς κυσὶν ἡμῖν, εἶτ᾿ ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς. Εὔβουλος δὲ ὁ καὶ αὐτὸς κωμικὸς ὧδέ πως περὶ τῶν θυσιῶν γράφει· αὐτοῖς δὲ τοῖς θεοῖσι τὴν κέρκον μόνην καὶ μηρὸν ὥσπερ παιδερασταῖς θύετε. καὶ παραγαγὼν τὸν Διόνυσον ἐν Σεμέλῃ διαστελλόμενον πεποίηκεν· πρῶτον μὲν ὅταν ἐμοί τι θύωσίν τινες, θύουσιν αἷμα, κύστιν, ἧπαρ, καρδίαν, ὑμέν᾿ ἐπιπόλαιον· οὐδ᾿ ἐγὼ γὰρ ἐσθίω γλυκεῖαν οὐδὲ μηρίαν.
6.31 Μένανδρός τε τὴν ὀσφὺν ἄκραν πεποίηκεν καὶ τὴν χολὴν ὀστέα τὰ ἄβρωτα (φησί) τοῖς θεοῖς ἐπιθέντες αὐτοὶ τὰ ἄλλα ἀναλίσκουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi