Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

7.41 Ἐνταῦθα γενόμενος ὑπεμνήσθην τῶν περὶ τοῦ μὴ δεῖν εὔχεσθαι πρός τινων ἑτεροδόξων, τουτέστιν τῶν ἀμφὶ τὴν Προδίκου αἵρεσιν, παρεισαγομένων δογμάτων. ἵνα οὖν μηδὲ ἐπὶ ταύτῃ αὐτῶν τῇ ἀθέῳ σοφίᾳ ὡς ξένῃ ὀγκύλλωνται αἱρέσει, μαθέτωσαν προειλῆφθαι μὲν ὑπὸ τῶν Κυρηναϊκῶν λεγομένων φιλοσόφων· ἀντιρρήσεως δ᾿ ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι. ὥσπερ γὰρ πᾶν ὃ βούλεται, δύναται ὁ θεός, οὕτως »πᾶν ὃ ἂν [ὁ] αἰτήσῃ«, ὁ γνωστικὸς »λαμβάνει«. καθόλου γὰρ ὁ θεὸς οἶδεν τούς τε ἀξίους τῶν ἀγαθῶν καὶ μή· ὅθεν τὰ προσήκοντα ἑκάστοις δίδωσιν. διὸ πολλάκις μὲν αἰτήσασιν ἀναξίοις οὐκ ἂν δοίη, δοίη δὲ ἀξίοις δηλονότι ὑπάρχουσιν. οὐ μὴν παρέλκει ἡ αἴτησις, κἂν χωρὶς ἀξιώσεως διδῶται τὰ ἀγαθά. αὐτίκα ἥ τε εὐχαριστία ἥ τε τῶν πέλας εἰς ἐπιστροφὴν αἴτησις ἔργον ἐστὶ τοῦ γνωστικοῦ. ᾗ καὶ ὁ κύριος ηὔχετο, εὐχαριστῶν μὲν ἐφ᾿ οἷς ἐτελείωσεν τὴν διακονίαν, εὐχόμενος δὲ ὡς πλείστους ὅσους ἐν ἐπιγνώσει γενέσθαι, ἵν᾿ ἐν τοῖς σῳζομένοις διὰ τῆς σωτηρίας κατ᾿ ἐπίγνωσιν ὁ θεὸς δοξάζηται καὶ ὁ μόνος ἀγαθὸς καὶ ὁ μόνος σωτὴρ δι᾿ υἱοῦ ἐξ αἰῶνος εἰς αἰῶνα ἐπιγινώσκηται. καίτοι καὶ ἡ πίστις τοῦ λήψεσθαι εἶδος εὐχῆς ἐναποκειμένης γνωστικῶς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi