Kitap 7
7.42
ἀλλ᾿ εἰ ἀφορμή τις ὁμιλίας τῆς πρὸς τὸν θεὸν γίνεται ἡ εὐχή, οὐδεμίαν ἀφορμὴν παραλειπτέον τῆς προσόδου τῆς πρὸς τὸν θεόν. ἀμέλει συμπλακεῖσα τῇ μακαρίᾳ προνοίᾳ ἡ τοῦ γνωστικοῦ ὁσιότης κατὰ τὴν ἑκούσιον ὁμολογίαν τελείαν τὴν εὐεργεσίαν ἐπιδείκνυσι τοῦ θεοῦ. οἱονεὶ γὰρ ἀντεπιστροφή τίς ἐστι τῆς προνοίας ἡ τοῦ γνωστικοῦ ὁσιότης καὶ ἀντίστροφος εὔνοια τοῦ φίλου τοῦ θεοῦ. οὔτε γὰρ ὁ θεὸς ἄκων ἀγαθὸς ὃν τρόπον τὸ πῦρ θερμαντικὸν (ἑκούσιος δὲ ἡ τῶν ἀγαθῶν μετάδοσις αὐτῷ. κἂν προλαμβάνῃ τὴν αἴτησιν) οὔτε μὴν ἄκων σωθήσεται ὁ σῳζόμενος· οὐ γάρ ἐστιν ἄψυχος, ἀλλὰ παντὸς μᾶλλον ἑκουσίως καὶ προαιρετικῶς σπεύσει πρὸς σωτηρίαν. διὸ καὶ τὰς ἐντολὰς ἔλαβεν ὁ ἄνθρωπος ὡς ἂν ἐξ αὑτοῦ ὁρμητικὸς πρὸς ὁπότερον ἂν καὶ βούλοιτο τῶν τε αἱρετῶν καὶ τῶν φευκτῶν. οὔκουν ὁ θεὸς ἀνάγκῃ ἀγαθοποιεῖ, κατὰ προαίρεσιν δὲ εὖ ποιεῖ τοὺς ἐξ αὑτῶν ἐπιστρέφοντας. οὐ γὰρ ὑπηρετική γέ ἐστιν [ἡ] εἰς ἡμᾶς θεόθεν ἥκουσα. οἷον ἐκ χειρόνων εἰς κρείττονας προϊοῦσα. ἡ πρόνοια, κατ᾿ ἔλεον δὲ τῆς ἡμετέρας ἀσθενείας αἱ προσεχεῖς τῆς προνοίας ἐνεργοῦνται οἰκονομίαι. καθάπερ καὶ ἡ τῶν ποιμένων εἰς τὰ πρόβατα καὶ ἡ τοῦ βασιλέως πρὸς τοὺς ἀρχομένους, καὶ ἡμῶν αὐτῶν πειθηνίως πρὸς τοὺς ἡγουμένους ἐχόντων τοὺς τεταγμένως διέποντας καθ᾿ ἣν ἐνεχειρίσθησαν τάξιν ἐκ θεοῦ. θεράποντες ἄρα καὶ θεραπευταὶ τοῦ θείου οἱ ἐλευθερικωτάτην καὶ βασιλικωτάτην θεραπείαν προσάγοντες, τὴν διὰ τῆς θεοσεβοῦς γνώμης τε καὶ γνώσεως.