Kitap 7
7.44
Τοῖς μοχθηροῖς τοίνυν τῶν ἀνθρώπων ἡ εὐχὴ οὐ μόνον εἰς τοὺς ἄλλους, ἀλλὰ καὶ εἰς σφᾶς αὐτοὺς βλαβερωτάτη. εἰ γοῦν καὶ ἅ φασιν εὐτυχήματα αἰτησάμενοι λάβοιεν, βλάπτει λαβόντας αὐτούς, ἀνεπιστήμονας τῆς χρήσεως αὐτῶν ὑπάρχοντας. οἳ μὲν γὰρ ἃ οὐκ ἔχουσιν εὔχονται κτήσασθαι, καὶ τὰ δοκοῦντα ἀγαθά. οὐ τὰ ὄντα, αἰτοῦνται. ὁ γνωστικὸς δὲ ὧν μὲν κέκτηται παραμονήν, ἐπιτηδειότητα δὲ εἰς ἃ μέλλει ὑπερβαίνειν, καὶ † ἀιδιότητα ὧν οὐ λήψεται, αἰτήσεται. τὰ δὲ ὄντως ἀγαθὰ τὰ περὶ ψυχὴν εὔχεται εἶναί τε αὐτῷ καὶ παραμεῖναι. ταύτῃ οὐδὲ ὀρέγεταί τινος τῶν ἀπόντων, ἀρκούμενος τοῖς παροῦσιν. οὐ γὰρ ἐλλιπὴς τῶν οἰκείων ἀγαθῶν, ἱκανὸς ὢν ἤδη ἑαυτῷ ἐκ τῆς θείας χάριτός τε καὶ γνώσεως· ἀλλὰ αὐτάρκης μὲν γενόμενος ἀνενδεής τε τῶν ἄλλων, τὸ παντοκρατορικὸν δὲ βούλημα ἐγνωκώς, καὶ ἔχων ἅμα καὶ εὐχόμενος, προσεχὴς τῇ πανσθενεῖ δυνάμει γενόμενος, πνευματικὸς εἶναι σπουδάσας διὰ τῆς ἀορίστου ἀγάπης ἥνωται τῷ πνεύματι. οὗτος ὁ μεγαλόφρων, ὁ τὸ πάντων τιμιώτατον, ὁ τὸ πάντων ἀγαθώτατον κατὰ τὴν ἐπιστήμην κεκτημένος, εὔθικτος μὲν κατὰ τὴν προσβολὴν τῆς θεωρίας, ἔμμονον δὲ τὴν τῶν θεωρητῶν δύναμιν ἐν τῇ ψυχῇ κεκτημένος, τουτέστι τὴν διορατικὴν τῆς ἐπιστήμης δριμύτητα. ταύτην δὲ ὡς ἔνι μάλιστα βιάζεται κτήσασθαι τὴν δύναμιν, ἐγκρατὴς γενόμενος »τῶν ἀντιστρατευομένων τῷ νῷ« καὶ τῇ μὲν θεωρίᾳ ἀδιαλείπτως προσεδρεύων, τῇ ἐφεκτικῇ δὲ τῶν ἡδέων καὶ τῇ κατορθωτικῇ τῶν πρακτέων ἐγγυμνασάμενος ἀσκήσει· πρὸς τούτοις ἐμπειρίᾳ πολλῇ χρησάμενος τῇ κατὰ τὴν μάθησίν τε καὶ τὸν βίον, παρρησίαν ἔχει, οὐ τὴν ἁπλῶς οὕτως ἀθυρόγλωσσον δύναμιν, δύναμιν δὲ ἁπλῷ λόγῳ χρωμένην, μηδὲν τῶν λεχθῆναι δυναμένων κατὰ τὸν προσήκοντα καιρόν, ἐφ᾿ ὧν μάλιστα χρή. ἐπικρυπτομένην μήτε διὰ χάριν μήτε διὰ φόβον.