Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

7.46 εὐλόγως οὖν οὐδὲν ἐπιζητεῖ τῶν κατὰ τὸν βίον εἰς τὴν ἀναγκαίαν χρῆσιν εὐθέτων, πεπεισμένος ὡς ὁ τὰ πάντα εἰδὼς θεὸς ὅ τι αν συμφέρῃ καὶ οὐκ αἰτουμένοις τοῖς ἀγαθοῖς χορηγεῖ. καθάπερ γάρ, οἶμαι, τῷ τεχνικῷ τεχνικῶς καὶ τῷ ἐθνικῷ ἐθνικῶς, οὕτω καὶ τῷ γνωστικῷ γνωστικῶς ἕκαστα ἀποδίδοται. καὶ ὁ μὲν ἐξ ἐθνῶν ἐπιστρέφων τὴν πίστιν, ὁ δὲ εἰς γνῶσιν ἐπαναβαίνων »τῆς ἀγάπης τὴν τελειότητα« αἰτήσεται. κορυφαῖος δ᾿ ἤδη ὁ γνωστικὸς θεωρίαν εὔχεται αὔξειν τε καὶ παραμένειν, καθάπερ ὁ κοινὸς ἄνθρωπος τὸ συνεχὲς ὑγιαίνειν. ναὶ μὴν μηδὲ ἀποπεσεῖν ποτε τῆς ἀρετῆς αἰτήσεται, συνεργῶν μάλιστα πρὸς τὸ ἄπτωτος διαγενέσθαι. οἶδεν γὰρ καὶ τῶν ἀγγέλων τινὰς ὑπὸ ῥᾳθυμίας ὀλισθήσαντας αὖθις χαμαὶ μηδέπω τέλεον εἰς τὴν μίαν ἐκείνην ἕξιν ἐκ τῆς εἰς τὴν διπλόην ἐπιτηδειότητος ἐκθλίψαντας ἑαυτούς. τῷ δὲ ἐνθένδε εἰς γνώσεως ἀκρότητα καὶ τὸ ἐπαναβεβηκὸς ὕψος ἀνδρὸς ἐντελοῦς γεγυμνασμένῳ πρὸ ὁδοῦ τὰ κατὰ χρόνον καὶ τόπον ἅπαντα, ἀμεταπτώτως βιοῦν ἑλομένῳ καὶ ἀσκοῦντι διὰ τὴν τῆς γνώμης πάντοθεν μονότονον ἑδραιότητα· ὅσοις δὲ βρίθουσά τις ἔτι ὑπολείπεται † γωνία κάτω ῥέπουσα, [καὶ] κατασπᾶται τὸ διὰ τῆς πίστεως ἀναγόμενον. τῷ ἄρα ἀναπόβλητον τὴν ἀρετὴν ἀσκήσει γνωστικῇ πεποιημένῳ φυσιοῦται ἡ ἕξις, καὶ καθάπερ τῷ λίθῳ τὸ βάρος, οὕτως τῷδε ἡ ἐπιστήμη ἀναπόβλητος οὐκ ἀκουσίως, ἀλλ᾿ ἑκουσίως, δυνάμει λογικῇ καὶ γνωστικῇ καὶ προνοητικῇ, καθίσταται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi