Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

10.59 Διὰ τοῦτο καὶ ὁ ἀπόστολός φησιν· »οὐδὲν ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ.« καίτοι πράσσεταί τινα καὶ πρὸς τῶν μὴ γνωστικῶν ὀρθῶς, ἀλλ᾿ οὐ κατὰ λόγον, οἷον ἐπὶ ἀνδρείας. ἔνιοι γὰρ ἐκ φύσεως θυμοειδεῖς γενόμενοι, εἶτα ἄνευ τοῦ λόγου τοῦτο θρέψαντες, ἀλόγως ἐπὶ τὰ πολλὰ ὁρμῶσι καὶ ὅμοια τοῖς ἀνδρείοις δρῶσιν, ὥστε ἐνίοτε τὰ αὐτὰ κατορθοῦν οἷον βασάνους ὑπομένειν εὐκόλως, ἀλλ᾿ οὔτε ἀπὸ τῆς αὐτῆς αἰτίας τῷ γνωστικῷ οὔτε καὶ τὸ αὐτὸ προθέμενοι, οὐδ᾿ »ἂν τὸ σῶμα ἅπαν ἐπιδιδῶσιν«· »ἀγάπην γὰρ οὐκ ἔχουσι« κατὰ τὸν ἀπόστολον τὴν διὰ τῆς γνώσεως γεννωμένην. πᾶσα οὖν ἡ διὰ τοῦ ἐπιστήμονος πρᾶξις εὐπραγία, ἡ δὲ διὰ τοῦ ἀνεπιστήμονος κακοπραγία, κἂν ἔνστασιν σῴζῃ. ἐπεὶ μὴ ἐκ λογισμοῦ ἀνδρίζεται μηδὲ ἐπί τι χρήσιμον τῶν ἐπὶ ἀρετὴν καὶ ἀπὸ ἀρετῆς καταστρεφόντων τὴν πρᾶξιν κατευθύνει. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν, ὥστε καὶ ἐπὶ θεοσεβείας ἀνὰ λόγον. οὐ μόνον τοίνυν τοιοῦτος ἡμῖν κατὰ τὴν ὁσιότητα ὁ γνωστικός, ἀκόλουθα δὲ τῇ ἐπιστημονικῇ θεοσεβείᾳ καὶ τὰ περὶ τὴν ἄλλην πολιτείαν ἐπαγγέλματα. τὸν βίον γὰρ τοῦ γνωστικοῦ διαγράφειν ἡμῖν πρόκειται τὰ νῦν, οὐχὶ τὴν τῶν δογμάτων θεωρίαν παρατίθεσθαι, ἣν ὕστερον κατὰ τὸν ἐπιβάλλοντα καιρὸν ἐκθησόμεθα, σῴζοντες ἅμα καὶ τὴν ἀκολουθίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi