Kitap 7
11.61
Πρόεισιν οὖν ἐγγυμναζόμενος τῇ ἐπιστημονικῇ θεωρίᾳ εἰς τὸ ἐναγωνίσασθαι τοῖς καθολικώτερον καὶ μεγαλοπρεπέστερον εἰρημένοις. εἰδὼς εὖ μάλα ὅτι »ὁ διδάσκων ἄνθρωπον γνῶσιν« κατὰ τὸν προφήτην »κύριός« ἐστιν, διὰ στόματος ἀνθρωπίνου κύριος ἐνεργῶν· ταύτῃ καὶ σάρκα ἀνείληφεν. εἰκότως οὖν οὐδέποτε τὸ ἡδὺ πρὸ τοῦ συμφέροντος αἱρεῖται. οὐδ᾿ ἂν προκαλῆται αὐτὸν κατά τινα περίστασιν προκαταληφθέντα ἑταιρικῶς ἐκβιαζομένη ὡραία γυνή, ἐπεὶ μηδὲ τὸν Ἰωσὴφ παράγειν τῆς ἐνστάσεως ἴσχυσεν ἡ τοῦ δεσπότου γυνή. ἀπεδύσατο δὲ αὐτῇ πρὸς βίαν κατεχούσῃ τὸν χιτῶνα. γυμνὸς μὲν τῆς ἁμαρτίας γενόμενος. τὸ κόσμιον δὲ τοῦ ἤθους περιβαλλόμενος. εἰ γὰρ καὶ οἱ τοῦ δεσπότου ὀφθαλμοὶ οὐχ ἑώρων, τοῦ Αἰγυπτίου λέγω. τὸν Ἰωσήφ, ἀλλ᾿ οἵ γε τοῦ παντοκράτορος ἐπεσκόπουν. ἡμεῖς μὲν γὰρ τῆς φωνῆς ἀκούομεν καὶ τὰ σώματα θεωροῦμεν, ὁ θεὸς δὲ τὸ πρᾶγμα, ἀφ᾿ οὗ φέρεται τὸ φωνεῖν καὶ βλέπειν, ἐξετάζει. ἀκολούθως ἄρα κἂν νόσος ἐπίῃ καί τι τῶν περιστατικῶν τῷ γνωστικῷ, καὶ δὴ μάλιστα ὁ φοβερώτατος θάνατος, ἄτρεπτος μένει κατὰ τὴν ψυχήν, πάντα εἰδὼς τὰ τοιαῦτα κτίσεως ἀνάγκην εἶναι, ἀλλὰ καὶ οὕτως δυνάμει τοῦ θεοῦ »φάρμακον« γίνεσθαι »σωτηρίας«, διὰ παιδείας τοὺς ἀπηνέστερον μεταρρυθμιζομένους εὐεργετοῦντα, πρὸς τῆς ἀγαθῆς ὄντως κατ᾿ ἀξίαν μεριζόμενα προνοίας.