Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

11.62 Χρώμενος τοίνυν τοῖς κτιστοῖς. ὁπόταν αἱρῇ λόγος, εἰς ὅσον αἱρεῖ. κατὰ τὴν ἐπὶ τὸν κτίσαντα εὐχαριστίαν καὶ τῆς ἀπολαύσεως κύριος καθίσταται. οὐ μνησικακεῖ ποτε, οὐ χαλεπαίνει οὐδενί, κἂν μίσους ἄξιος τυγχάνῃ, ἐφ᾿ οἷς διαπράττεται· σέβει μὲν γὰρ τὸν ποιητήν, ἀγαπᾷ δὲ τὸν κοινωνὸν τοῦ βίου. οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν αὐτοῦ. καὶ δὴ καὶ συμπάσχει τῷ σώματι τῷ φύσει παθητῷ ἐνδεδεμένος, ἀλλ᾿ οὐ πρωτοπαθεῖ κατὰ τὸ πάθος. κατὰ γοῦν τὰς ἀκουσίους περιστάσεις ἀνάγων ἑαυτὸν ἀπὸ τῶν πόνων ἐπὶ τὰ οἰκεῖα οὐ συναποφέρεται τοῖς ἀλλοτρίοις αὐτοῦ, συμπεριφέρεται δὲ τοῖς ἀναγκαίοις αὐτοῦ μόνον εἰς ὅσον ἀβλαβὴς τηρεῖται ἡ ψυχή. οὐ γάρ που ἐν ὑπολήψει, ἀλλ᾿ οὐδὲ ἐν τῷ δοκεῖν πιστὸς εἶναι βούλεται, γνώσει δὲ καὶ ἀληθείᾳ. ὅ ἐστιν ἔργῳ βεβαίῳ καὶ λόγῳ [καὶ] ἐνεργῷ. οὐκοῦν οὐ μόνον ἐπαινεῖ τὰ καλά, ἀλλὰ καὶ αὐτὸς βιάζεται εἶναι καλός, ἐκ τοῦ »ἀγαθοῦ καὶ πιστοῦ δούλου« μεταβαίνων δι᾿ ἀγάπης εἰς »φίλον« διὰ τὸ τέλεον τῆς ἕξεως, ὃ ἐκ μαθήσεως τῆς ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi