Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

11.68 Τούτων οὖν αἰτία ἡ ἁγιωτάτη καὶ κυριωτάτη πάσης ἐπιστήμης ἀγάπη· διὰ γὰρ τὴν τοῦ ἀρίστου καὶ ἐξοχωτάτου θεραπείαν. ὃ δὴ τῷ ἑνὶ χαρακτηρίζεται, φίλον ὁμοῦ καὶ υἱὸν τὸν γνωστικὸν ἀπεργάζεται, »τέλειον« ὡς ἀληθῶς »ἄνδρα εἰς μέτρον ἡλικίας« αὐξήσαντα. ἀλλὰ καὶ [ἡ] ὁμόνοια ἡ περὶ ταὐτὸ πρᾶγμα συγκατάθεσίς ἐστι, τὸ δὲ ταὐτὸν ἕν ἐστιν, ἥ τε φιλία δι᾿ ὁμοιότητος περαίνεται, τῆς κοινότητος ἐν τῷ ἑνὶ κειμένης. ὁ ἄρα γνωστικός, τοῦ ἑνὸς ὄντως θεοῦ ἀγαπητικὸς ὑπάρχων, τέλειος ὄντως ἀνὴρ καὶ φίλος τοῦ θεοῦ, ἐν υἱοῦ καταλεγεὶς τάξει. ταυτὶ γὰρ ὀνόματα εὐγενείας καὶ γνώσεως καὶ τελειότητος κατὰ τὴν τοῦ θεοῦ ἐποπτείαν, ἣν κορυφαιοτάτην προκοπὴν ἡ γνωστικὴ ψυχὴ λαμβάνει, καθαρὰ τέλεον γενομένη, »πρόσωπον«, φησί, »πρὸς πρόσωπον« ὁρᾶν ἀιδίως καταξιουμένη τὸν παντοκράτορα θεόν. πνευματικὴ γὰρ ὅλη γενομένη πρὸς τὸ συγγενὲς χωρήσασα ἐν πνευματικῇ τῇ ἐκκλησίᾳ μένει εἰς τὴν ἀνάπαυσιν τοῦ θεοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi