Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

2.7 Οὔτ᾿ οὖν φθονοίη ποτ᾿ ἄν τισιν ὁ πάντας μὲν ἐπ᾿ ἴσης κεκληκώς, κώς, ἐξαιρέτους δὲ τοῖς ἐξαιρέτως πεπιστευκόσιν ἀπονείμας τιμάς. οὔθ᾿ ὑφ᾿ ἑτέρου κωλυθείη ποτ᾿ ἂν ὁ πάντων κύριος καὶ μάλιστα ἐξυπηρετῶν τῷ τοῦ ἀγαθοῦ καὶ παντοκράτορος θελήματι πατρός. ἀλλ᾿ οὐδὲ ἅπτεται τοῦ κυρίου ἀπαθοῦς ἀνάρχως γενομένου φθόνος. οὐδὲ μὴν τὰ ἀνθρώπων οὕτως ἔχει ὡς φθονητὰ εἶναι πρὸς τοῦ κυρίου· ἄλλος δὲ ὁ φθονῶν, οὗ καὶ πάθος ἥψατο. καὶ μὴν οὐδ᾿ ὑπὸ ἀγνοίας ἔστιν εἰπεῖν μὴ βούλεσθαι σῴζειν τὴν ἀνθρωπότητα τὸν κύριον διὰ τὸ μὴ εἰδέναι ὅπως ἑκάστου ἐπιμελητέον. ἄγνοια γὰρ οὐχ ἅπτεται τοῦ υἱοῦ τοῦ πρὸ καταβολῆς κόσμου συμβούλου γενομένου τοῦ πατρός. αὕτη γὰρ ἦν ἡ σοφία »ᾗ προσέχαιρεν« ὁ παντοκράτωρ θεός· »δύναμις« γὰρ τοῦ »θεοῦ« ὁ υἱός, ἅτε πρὸ πάντων τῶν γενομένων ἀρχικώτατος λόγος τοῦ πατρός, καὶ »σοφία« αὐτοῦ κυρίως ἂν καὶ διδάσκαλος λεχθείη τῶν δι᾿ αὐτοῦ πλασθέντων. οὐδὲ μὴν ὑπό τινος ἡδονῆς περισπώμενος καταλείποι ποτ᾿ ἂν τὴν ἀνθρώπων κηδεμονίαν, ὅς γε καὶ τὴν σάρκα τὴν ἐμπαθῆ φύσει γενομένην ἀναλαβὼν εἰς ἕξιν ἀπαθείας ἐπαίδευσεν. πῶς δ᾿ ἂν εἴη σωτὴρ καὶ κύριος, εἰ μὴ πάντων σωτὴρ καὶ κύριος; ἀλλὰ τῶν μὲν πεπιστευκότων σωτὴρ διὰ τὸ γνῶναι βεβουλῆσθαι, τῶν δὲ ἀπειθησάντων κύριος, ἔστ᾿ ἂν ἐξομολογήσασθαι δυνηθέντες οἰκείας καὶ καταλλήλου τῆς δι᾿ αὐτοῦ τύχωσιν εὐεργεσίας. πᾶσα δὲ ἡ τοῦ κυρίου ἐνέργεια ἐπὶ τὸν παντοκράτορα τὴν ἀναφορὰν ἔχει, καὶ ἔστιν ὡς εἰπεῖν πατρική τις ἐνέργεια ὁ υἱός.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi