Kitap 7
12.69
Ταῦτα μὲν οὖν ταύτῃ. οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχήν, πρὸς [τε] τοὺς πέλας, κἂν οἰκέτης ᾖ κἂν πολέμιος νόμῳ γενόμενος κἂν ὁστισοῦν, ἴσος καὶ ὅμοιος εὑρίσκεται. οὐ γὰρ ὑπερορᾷ τὸν ἀδελφὸν κατὰ τὸν θεῖον νόμον ὁμοπάτριον ὄντα καὶ ὁμομήτριον· ἀμέλει θλιβόμενον ἐπικουφίζει παραμυθίαις, παρορμήσεσι, ταῖς βιωτικαῖς χρείαις ἐπικουρῶν, διδοὺς τοῖς δεομένοις πᾶσιν, ἀλλ᾿ οὐχ ὁμοίως, δικαίως δὲ καὶ κατὰ τὴν ἀξίαν, πρὸς δὲ καὶ τῷ καταδιώκοντι καὶ μισοῦντι, εἰ τούτου δέοιτο. ὀλίγα φροντίζων τῶν λεγόντων διὰ φόβον αὐτῷ δεδωκέναι, εἰ μὴ διὰ φόβον. δι᾿ ἐπικουρίαν δὲ τοῦτο ποιοίη. οἱ γὰρ πρὸς ἐχθροὺς ἀφιλάργυροι καὶ ἀμνησιπόνηροι πόσῳ μᾶλλον πρὸς τοὺς οἰκείους ἀγαπητικοί; ὁ τοιοῦτος ἐκ τούτου πρόεισιν ἐπὶ τὸ ἀκριβῶς εἰδέναι καὶ ὅτῳ ἄν τις μάλιστα καὶ ὁπόσον καὶ ὁπότε καὶ ὅπως ἐπιδῴη. τίς δ᾿ ἂν καὶ ἐχθρὸς εὐλόγως γένοιτο ἀνδρὸς οὐδεμίαν οὐδαμῶς παρέχοντος αἰτίαν ἔχθρας: καὶ μή τι. καθάπερ ἐπὶ τοῦ θεοῦ οὐδενὶ μὲν ἀντικεῖσθαι λέγομεν τὸν θεὸν οὐδὲ ἐχθρὸν εἶναί τινος (πάντων γὰρ κτίστης. καὶ οὐδέν ἐστι τῶν ὑποστάντων ὃ μὴ θέλει). φαμὲν δ᾿ αὐτῷ ἐχθροὺς εἶναι τοὺς ἀπειθεῖς καὶ μὴ κατὰ τὰς ἐντολὰς αὐτοῦ πορευομένους. οἷον τοὺς διεχθρεύοντας αὐτοῦ τῇ διαθήκῃ. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ γνωστικοῦ εὕροιμεν ἄν. αὐτὸς μὲν γὰρ οὐδενὶ οὐδέποτε κατ᾿ οὐδένα τρόπον ἐχθρὸς ἂν γένοιτο. ἐχθροὶ δὲ εῖναι νοοῖντο αὐτῷ οἱ τὴν ἐναντίαν ὁδὸν τρεπόμενοι ἄλλως τε κἂν ἡ ἕξις ἡ μεταδοτικὴ παρ᾿ ἡμῖν δικαιοσύνη λέγηται· ἀλλὰ καὶ ἡ κατ᾿ ἀξίαν διακριτικὴ πρὸς τὸ μᾶλλον καὶ ἧττον. ἐφ᾿ ὧν καθήκει κατ᾿ ἐπιστήμην γενέσθαι. ἀκροτάτης δικαιοσύνης εἶδος τυγχάνει. ἔστι μὲν οὖν ἃ καὶ κατὰ ἰδιωτισμὸν πρός τινων κατορθοῦται. οἷον ἡδονῶν ἐγκράτεια. ὡς γὰρ ἐν τοῖς ἔθνεσιν ἔκ τε τοῦ μὴ δύνασθαι »τυχεῖν ὧν ἐρᾷ τις« καὶ ἐκ τοῦ πρὸς ἀνθρώπων φόβου, εἰσὶ δ᾿ οἳ διὰ τὰς μείζονας ἡδονὰς ἀπέχονται τῶν ἐν τοῖς ποσὶν ἡδέων. οὕτως κἀν τῇ πίστει ἢ δι᾿ ἐπαγγελίαν ἢ διὰ φόβον θεοῦ ἐγκρατεύονταί τινες.