Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

12.71 ἵνα εὐεργὸς γένηται πρὸς τὴν τῆς γνώσεως παραδοχήν. οὐχ ὁρᾶτε πῶς μαλάσσεται κηρὸς καὶ καθαίρεται χαλκός, ἵνα τὸν ἐπιόντα χαρακτῆρα παραδέξηται; αὐτίκα ὡς ὁ θάνατος »χωρισμὸς ψυχῆς ἀπὸ σώματος«, οὕτως ἡ γνῶσις οἷον ὁ λογικὸς θάνατος, ἀπὸ τῶν παθῶν ἀπάγων καὶ χωρίζων τὴν ψυχὴν καὶ προάγων εἰς τὴν τῆς εὐποιίας ζωήν, ἵνα τότε εἴπῃ μετὰ παρρησίας πρὸς τὸν θεόν· ὡς θέλεις ζῶ. ὁ μὲν γὰρ »ἀνθρώποις ἀρέσκειν« προαιρούμενος »θεῷ ἀρέσαι οὐ δύναται«, ἐπεὶ μὴ τὰ συμφέροντα, ἀλλὰ τὰ τέρποντα αἱροῦνται οἱ πολλοί· ἀρέσκων δέ τις τῷ θεῷ τοῖς σπουδαίοις τῶν ἀνθρώπων εὐάρεστος κατ᾿ ἐπακολούθημα γίνεται. τερπνὰ τοίνυν τούτῳ πῶς ἔτι ἂν εἴη τὰ περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ ἀφροδίσιον ἡδονήν. ὅπου γε καὶ λόγον φέροντά τινα ἡδονὴν καὶ κίνημα διανοίας καὶ ἐνέργημα τερπνὸν ὑφορᾶται; »οὐδεὶς« γὰρ »δύναται δυσὶ κυρίοις δουλεύειν, θεῷ καὶ μαμωνᾷ.« οὐ τὸ ἀργύριον λέγων φησὶ ψιλῶς οὕτως. ἀλλὰ τὴν ἐκ τοῦ ἀργυρίου εἰς τὰς ποικίλας ἡδονὰς χορηγίαν· τῷ ὄντι οὐχ οἷόν τε τὸν θεὸν ἐγνωκότα μεγαλοφρόνως καὶ ἀληθῶς ταῖς ἀντικειμέναις δουλεύειν ἡδοναῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi