Kitap 7
12.72
Εἷς μὲν οὖν μόνος ὁ ἀνεπιθύμητος ἐξ ἀρχῆς ὁ κύριος ὁ φιλάνθρωπος ὁ καὶ δι᾿ ἡμᾶς ἄνθρωπος· ὅσοι δὲ ἐξομοιοῦσθαι σπεύδουσι τῷ ὑπ᾿ αὐτοῦ δεδομένῳ χαρακτῆρι ἀνεπιθύμητοι ἐξ ἀσκήσεως γενέσθαι βιάζονται. ὁ γὰρ ἐπιθυμήσας καὶ κατασχὼν ἑαυτοῦ *, καθάπερ καὶ ἡ χήρα διὰ σωφροσύνης αὖθις παρθένος. οὗτος μισθὸς γνώσεως τῷ σωτῆρι καὶ διδασκάλῳ. ὃν αὐτὸς ᾔτησεν, τὴν ἀποχὴν τῶν κακῶν καὶ τὴν ἐνέργειαν τῆς εὐποιίας. δι᾿ ὧν ἡ σωτηρία περιγίνεται. ὥσπερ οὖν οἱ τὰς τέχνας μεμαθηκότες δι᾿ ὧν ἐπαιδεύθησαν πορίζουσι τὰς τροφάς. οὕτως ὁ γνωστικὸς δι᾿ ὧν ἐπίσταται πορίζων τὴν ζωὴν σῴζεται. ὁ γὰρ μὴ θελήσας τὸ τῆς ψυχῆς ἐκκόψαι πάθος ἑαυτὸν ἀπέκτεινεν. ἀλλ᾿ ὡς ἔοικεν ἀτροφία μὲν ἡ ἄγνοια τῆς ψυχῆς. τροφὴ δὲ ἡ γνῶσις. αὗται δέ εἰσιν αἱ γνωστικαὶ ψυχαί, ἃς ἀπείκασεν τὸ εὐαγγέλιον ταῖς ἡγιασμέναις παρθένοις ταῖς προσδεχομέναις τὸν κύριον. παρθένοι μὲν γὰρ ὡς κακῶν ἀπεσχημέναι, προσδεχόμεναι δὲ διὰ τὴν ἀγάπην τὸν κύριον. καὶ τὸ οἰκεῖον ἀνάπτουσαι φῶς εἰς τὴν τῶν πραγμάτων θεωρίαν, φρόνιμοι ψυχαὶ ›ποθοῦμέν σε, ὦ κύριε,‹ λέγουσαι. ›ἤδη ποτὲ ἀπολαβεῖν. ἀκολούθως οἷς ἐνετείλω ἐζήσαμεν, μηδὲν τῶν παρηγγελμένων παραβεβηκυῖαι· διὸ καὶ τὰς ὑποσχέσεις ἀπαιτοῦμεν, εὐχόμεθα δὲ τὰ συμφέροντα, οὐ τὰ ἡδέα ὡς καθήκοντος τοῦ αἰτεῖν τὰ κάλλιστα παρὰ σοῦ· καὶ πάντα ἐπὶ συμφόρῳ δεξόμεθα. κἂν πονηρὰ εἶναι δοκῇ τὰ προσιόντα γυμνάσια, ἅτινα ἡμῖν προσφέρει ἡ σὴ οἰκονομία εἰς συνάσκησιν βεβαιότητος.‹