Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

12.73 Ὁ μὲν οὖν γνωστικὸς δι᾿ ὑπερβολὴν ὁσιότητος αἰτούμενος μᾶλλον ἀποτυχεῖν ἕτοιμος ἢ μὴ αἰτούμενος τυχεῖν. εὐχὴ γὰρ αὐτῷ ὁ βίος ἅπας καὶ ὁμιλία πρὸς θεόν, κἂν καθαρὸς ᾖ ἁμαρτημάτων. πάντως οὗ βούλεται τεύξεται. λέγει γὰρ ὁ θεὸς τῷ δικαίῳ· »αἴτησαι, καὶ δώσω σοί· ἐννοήθητι. καὶ ποιήσω.« ἐὰν μὲν οὖν συμφέροντα ᾖ, παραχρῆμα λήψεται· ἀσύμφορα δὲ οὐδέποτε αἰτήσεται, διὸ οὐδὲ λήψεται. οὕτως ἔσται ὃ βούλεται. κἄν τις ἡμῖν λέγῃ ἐπιτυγχάνειν τινὰς καὶ τῶν ἁμαρτωλῶν κατὰ τὰς αἰτήσεις, σπανίως μὲν τοῦτο διὰ τὴν τοῦ θεοῦ δικαίαν ἀγαθότητα, δίδοται δὲ τοῖς καὶ ἄλλους εὐεργετεῖν δυναμένοις. ὅθεν οὐ διὰ τὸν αἰτήσαντα ἡ δόσις γίνεται, ἀλλ᾿ ἡ οἰκονομία τὸν σῴζεσθαι δι᾿ αὐτοῦ μέλλοντα προορωμένη δικαίαν πάλιν ποιεῖται τὴν δωρεάν. τοῖς δ᾿ ὅσοι ἄξιοι τὰ ὄντως ἀγαθὰ καὶ μὴ αἰτουμένοις δίδοται. ὅταν οὖν μὴ κατὰ ἀνάγκην ἢ φόβον ἢ ἐλπίδα δίκαιός τις ᾖ, ἀλλ᾿ ἐκ προαιρέσεως, αὕτη ἡ ὁδὸς λέγεται βασιλική, ἣν τὸ βασιλικὸν ὁδεύει γένος, ὀλισθ ηραὶ δὲ αἱ ἄλλαι παρεκτροπαὶ καὶ κρημνώδεις. εἰ γοῦν τις ἀφέλοι τὸν φόβον καὶ τὴν τιμήν, οὐκ οἶδ᾿ εἰ ἔτι ὑποστήσονται τὰς θλίψεις οἱ γεννάδαι τῶν παρρησιαζομένων φιλοσόφων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi