Kitap 7
12.74
Ἐπιθυμίαι δὲ καὶ τὰ ἄλλα ἁμαρτήματα »τρίβολοι καὶ σκόλοπες« εἴρηνται. ἐργάζεται τοίνυν ὁ γνωστικὸς ἐν τῷ τοῦ κυρίου ἀμπελῶνι φυτεύων, κλαδεύων, ἀρδεύων, θεῖος ὄντως ὑπάρχων τῶν εἰς πίστιν καταπεφυτευμένων γεωργός. οἱ μὲν οὖν τὸ κακὸν μὴ πράξαντες μισθὸν ἀξιοῦσιν ἀργίας λαμβάνειν, ὁ δὲ ἀγαθὰ πράξας ἐκ προαιρέσεως γυμνῆς ἀπαιτεῖ τὸν μισθὸν ὡς ἐργάτης ἀγαθός. ἀμέλει καὶ διπλοῦν λήψεται ὧν τε οὐκ ἐποίησεν καὶ ἀνθ᾿ ὧν εὐηργέτησεν. ὁ γνωστικὸς οὗτος πειράζεται ὑπ᾿ οὐδενός, πλὴν εἰ μὴ ἐπιτρέψαι ὁ θεὸς καὶ τοῦτο διὰ τὴν τῶν συνόντων ὠφέλειαν. ἐπιρρώννυνται γοῦν πρὸς τὴν πίστιν διὰ τῆς ἀνδρικῆς παρακαλούμενοι ὑπομονῆς. ἀμέλει καὶ διὰ τοῦτο οἱ μακάριοι ἀπόστολοι εἰς πῆξιν καὶ βεβαίωσιν τῶν ἐκκλησιῶν εἰς πεῖραν καὶ μαρτύριον τελειότητος ἤχθησαν. ἔχων οὖν ὁ γνωστικὸς ἔναυλον τὴν φωνὴν τὴν λέγουσαν. ὃν ἐγὼ πατάξω, σὺ ἐλέησον, καὶ τοὺς μισοῦντας αἰτεῖται μετανοῆσαι· τὴν γὰρ τῶν κακούργων ἐν τοῖς σταδίοις ἐπιτελουμένην τιμωρίαν καὶ παίδων ἐστὶ μὴ θεάσασθαι. οὐ γὰρ ἔστιν ὅπως ὑπὸ τοιούτων παιδευθείη ποτ᾿ ἂν ὁ γνωστικὸς ἢ τερφθείη, ἐκ προαιρέσεως καλὸς καὶ ἀγαθὸς εἶναι συνασκήσας καὶ ταύτῃ ἄτεγκτος ἡδοναῖς γενόμενος· οὔποτε ὑποπίπτων ἁμαρτήμασιν, ἀλλοτρίων κακῶν ὑποδείγμασιν οὐ παιδεύεται· πολλοῦ γε δεῖ ταῖς ἐπιγείοις ἡδοναῖς τε καὶ θεωρίαις εὐαρεστεῖσθαί τοῦτον, ὃς καὶ τῶν κοσμικῶν καίτοι θείων ὄντων ἐπαγγελιῶν κατεμεγαλοφρόνησεν. »οὐ πᾶς ἄρα ὁ λέγων ›κύριε κύριε‹ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ θεοῦ.« οὗτος δ᾿ ἂν εἴη ὁ γνωστικὸς ἐργάτης, ὁ κρατῶν μὲν »τῶν κοσμικῶν ἐπιθυμιῶν« ἐν αὐτῇ ἔτι τῇ σαρκὶ ὤν, περὶ δὲ ὧν ἔγνω, τῶν μελλόντων καὶ ἔτι ἀοράτων, πεπεισμένος ἀκριβῶς ὡς μᾶλλον ἡγεῖσθαι τῶν ἐν ποσὶ παρεῖναι ταῦτα.