Kitap 7
12.77
Ἀδελφοὶ δ᾿ εἰσὶ τῷ ὄντι κατὰ τὴν κτίσιν τὴν ἐξειλεγμένην καὶ κατὰ τὴν ὁμοήθειαν καὶ κατὰ τὴν τῶν ἔργων ὑπόστασιν, τὰ αὐτὰ ποιοῦντες καὶ νοοῦντες καὶ λαλοῦντες ἐνεργήματα ἅγια καὶ καλά, ἃ ὁ κύριος αὐτοὺς ἠθέλησεν ἐκλεκτοὺς ὄντας φρονεῖν. πίστις μὲν γὰρ ἐν τῷ τὰ αὐτὰ αἱρεῖσθαι, γνῶσις δὲ ἐν τῷ τὰ αὐτὰ μεμαθηκέναι καὶ φρονεῖν, ἐλπὶς δὲ ἐν τῷ τὰ αὐτὰ ποθεῖν. κἂν κατὰ τὸ ἀναγκαῖον τοῦ βίου ὀλίγον τι τῆς ὥρας περὶ τὴν τροφὴν ἀσχοληθῇ, χρεωκοπεῖσθαι οἴεται περισπώμενος ὑπὸ τοῦ πράγματος. ταύτῃ οὐδὲ ὄναρ ποτὲ μὴ ἁρμόζον ἐκλεκτῷ βλέπει. ἀτεχνῶς »ξένος γὰρ καὶ παρεπίδημος« ἐν τῷ βίῳ παντὶ πᾶς οὗτος, ὃς πόλιν οἰκῶν τῶν κατὰ τὴν πόλιν κατεφρόνησεν παρ᾿ ἄλλοις θαυμαζομένων, καὶ καθάπερ ἐν ἐρημίᾳ τῇ πόλει βιοῖ, ἵνα μὴ ὁ τόπος αὐτὸν ἀναγκάζῃ. ἀλλ᾿ ἡ προαίρεσις δεικνύῃ δίκαιον. ὁ γνωστικὸς οὗτος συνελόντι εἰπεῖν τὴν ἀποστολικὴν ἀπουσίαν ἀνταναπληροῖ βιοὺς ὀρθῶς, γιγνώσκων ἀκριβῶς, ὠφελῶν τοὺς ἐπιτηδείους, τὰ »ὄρη μεθιστὰς« τῶν πλησίον καὶ τὰς τῆς ψυχῆς αὐτῶν ἀνωμαλίας ἀποβάλλων. καίτοι ἕκαστος ἡμῶν αὑτοῦ τε ἀμπελὼν καὶ ἐργάτης. ὃ δὲ καὶ πράσσων τὰ ἄριστα λανθάνειν βούλεται τοὺς ἀνθρώπους, τὸν κύριον ἅμα καὶ ἑαυτὸν πείθων, ὅτι κατὰ τὰς ἐντολὰς βιοῖ, προκρίνων ταῦτα ἐξ ὧν εἶναι πεπίστευκεν (»ὅπου γὰρ ὁ νοῦς τινος«, φησίν, »ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ«), αὐτὸς ἑαυτὸν μειονεκτεῖ πρὸς τὸ μὴ ὑπεριδεῖν ποτε ἐν θλίψει γενόμενον ἀδελφὸν διὰ τὴν ἐν τῇ ἀγάπῃ τελείωσιν, ἐὰν ἐπίστηται μάλιστα ῥᾷον ἑαυτὸν τοῦ ἀδελφοῦ τὴν ἔνδειαν οἴσοντα.