Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

12.78 Ἡγεῖται γοῦν τὴν ἀλγηδόνα ἐκείνου ἴδιον ἄλγημα· κἂν ἐκ τῆς ἑαυτοῦ ἐνδείας παρεχόμενος δι᾿ εὐποιίαν πάθῃ τι δύσκολον, οὐ δυσχεραίνει ἐπὶ τούτῳ, προσαύξει δὲ ἔτι μᾶλλον τὴν εὐεργεσίαν. ἔχει γὰρ ἄκρατον πίστιν τὴν περὶ τῶν πραγμάτων, τὸ εὐαγγέλιον δι᾿ ἔργων καὶ θεωρίας ἐπαινῶν. καὶ δὴ »οὐ τὸν ἔπαινον παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τοῦ θεοῦ« καρποῦται, ἃ ἐδίδαξεν ὁ κύριος, ταῦτα ἐπιτελῶν. οὗτος περισπώμενος ὑπὸ τῆς ἰδίας ἐλπίδος οὐ γεύεται τῶν ἐν κόσμῳ καλῶν, πάντων τῶν ἐνταῦθα καταμεγαλοφρονῶν· οἰκτείρων τοὺς μετὰ θάνατον παιδευομένους διὰ τῆς κολάσεως ἀκουσίως ἐξομολογουμένους, εὐσυνείδητος πρὸς τὴν ἔξοδον καὶ ἀεὶ ἕτοιμος ὤν, ὡς ἂν »παρεπίδημος καὶ ξένος« τῶν τῇδε, κληρονομημάτων μόνων τῶν ἐδίων μεμνημένος, τὰ δὲ ἐνταῦθα πάντα ἀλλότρια ἡγούμενος· οὐ μόνον θαυμάζων τὰς τοῦ κυρίου ἐντολάς, ἀλλ᾿ ὡς ἔπος εἰπεῖν δι᾿ αὐτῆς τῆς γνώσεως μέτοχος ὢν τῆς θείας βουλήσεως, οἰκεῖος ὄντως τοῦ κυρίου καὶ τῶν ἐντολῶν, ἐξειλεγμένος ὡς δίκαιος. ἡγεμονικὸς δὲ καὶ βασιλικὸς ὡς [ὁ] γνωστικός, χρυσὸν μὲν πάντα τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆν καὶ βασιλείαν τὴν ἀπὸ περάτων ἐπὶ πέρατα ὠκεανοῦ ὑπερορῶν, ὡς μόνης τῆς τοῦ κυρίου ἀντέχεσθαι θεραπείας. διὸ καὶ ἐσθίων καὶ πίνων καὶ γαμῶν. ἐὰν ὁ λόγος αἱρῇ, ἀλλὰ καὶ ὀνείρους βλέπων τὰ ἅγια ποιεῖ καὶ νοεῖ· ταύτῃ καθαρὸς εἰς εὐχὴν πάντοτε. ὃ δὲ καὶ μετ᾿ ἀγγέλων εὔχεται. ὡς ἂν ἤδη καὶ »ἰσάγγελος«. οὐδὲ ἔξω ποτὲ τῆς ἁγίας φρουρᾶς γίνεται· κἂν μόνος εὔχηται. τὸν τῶν ἁγίων χορὸν συνιστάμενον ἔχει.
12.78 Διττὴν οὗτος οἶδε πίστιν, καὶ τὴν μὲν τοῦ πιστεύοντος ἐνέργειαν. τὴν δὲ τοῦ πιστενομένου τὴν κατ᾿ ἀξίαν ὑπεροχήν, ἐπεὶ καὶ ἡ δικαιοσύνη διπλῆ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi