Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

2.8 οὐκ ἂν οὖν ποτε ὁ σωτὴρ μισάνθρωπος, ὅς γε διὰ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν σαρκὸς ἀνθρωπίνης εὐπάθειαν οὐχ ὑπεριδών, ἀλλ᾿ ἐνδυσάμενος, ἐπὶ τὴν κοινὴν τῶν ἀνθρώπων ἐλήλυθεν σωτηρίαν· κοινὴ γὰρ ἡ πίστις τῶν ἑλομένων. ἀλλ᾿ οὐδὲ τοῦ ἰδίου ποτ᾿ ἂν ἀμελοίη ἔργου τῷ μόνῳ τῶν ἄλλων ζῴων ἀνθρώπῳ ἔννοιαν κατὰ τὴν δημιουργίαν ἐνεστάχθαι θεοῦ. οὐδ᾿ ἂν βελτίων τις ἄλλη καὶ ἁρμονιωτέρα διοίκησις ἀνθρώπων εἴη τῷ θεῷ τῆς τεταγμένης. προσήκει γοῦν ἀεὶ τῷ κρείττονι κατὰ φύσιν ἡγεῖσθαι τοῦ χείρονος, καὶ τῷ δυναμένῳ καλῶς τι διέπειν ἀποδεδόσθαι τὴν ἐκείνου διοίκησιν. ἔστιν δὲ τὸ ὡς ἀληθῶς ἄρχον τε καὶ ἡγεμονοῦν ὁ θεῖος λόγος καὶ ἡ τούτου πρόνοια, πάντα μὲν ἐφορῶσα. μηδενὸς δὲ τῶν οἰκείων ἑαυτῆς παρορῶσα τὴν ἐπιμέλειαν. οὗτοι δ᾿ ἂν εἶεν οἱ ἑλόμενοι οἰκεῖοι εἶναι αὐτῷ. οἱ διὰ πίστεως τελειούμενοι. οὕτως ἁπάντων τῶν ἀγαθῶν θελήματι τοῦ παντοκράτορος πατρὸς αἴτιος ὁ υἱὸς καθίσταται, πρωτουργὸς κινήσεως δύναμις. ἄληπτος αἰσθήσει. οὐ γὰρ ὃ ἦν, τοῦτο ὤφθη τοῖς χωρῆσαι μὴ δυναμένοις διὰ τὴν ἀσθένειαν τῆς σαρκός, αἰσθητὴν δὲ ἀναλαβὼν σάρκα τὸ δυνατὸν ἀνθρώποις κατὰ τὴν ὑπακοὴν τῶν ἐντολῶν δείξων ἀφίκετο.
2.8 Δύναμις οὖν πατρικὴ ὑπάρχων ῥᾳδίως περιγίνεται ὧν ἂν ἐθέλῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi