Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

13.82 Λέγουσι δὲ ἐν ταῖς παραδόσεσι Ματθίαν τὸν ἀπόστολον παρ᾿ ἕκαστα εἰρηκέναι ὅτι »ἐὰν ἐκλεκτοῦ γείτων ἁμαρτήσῃ, ἥμαρτεν ὁ ἐκλεκτός· εἰ γὰρ οὕτως ἑαυτὸν ἦγεν, ὡς ὁ λόγος ὑπαγορεύει, κατῃδέσθη ἂν αὐτοῦ τὸν βίον καὶ ὁ γείτων εἰς τὸ μὴ ἁμαρτεῖν«. τί τοίνυν περὶ αὐτοῦ τοῦ γνωστικοῦ φήσαιμεν ἄν; »ἢ οὐκ οἴδατε«, φησὶν ὁ ἀπόστολος. »ὅτι ναός ἐστε τοῦ θεοῦ;« θεῖος ἄρα ὁ γνωστικὸς καὶ ἤδη ἅγιος, θεοφορῶν καὶ θεοφορούμενος. αὐτίκα τὸ ἁμαρτῆσαι ἀλλότριον παριστᾶσα ἡ γραφὴ τοὺς μὲν παραπεσόντας τοῖς ἀλλοφύλοις πιπράσκει· »μὴ ἐμβλέψῃς« δὲ »πρὸς ἐπιθυμίαν ἀλλοτρίᾳ γυναικὶ« λέγουσα. ἄντικρυς ἀλλότριον καὶ παρὰ φύσιν τοῦ ναοῦ τοῦ θεοῦ τὴν ἁμαρτίαν λέγει. ναὸς δέ ἐστιν ὃ μὲν μέγας, ὡς ἡ ἐκκλησία, ὃ δὲ μικρός. ὡς ὁ ἄνθρωπος ὁ τὸ σπέρμα σῴζων τὸ Ἀβραάμ. οὐκ ἄρα ἐπιθυμήσει τινὸς ἑτέρου ὁ ἔχων ἀναπαυόμενον τὸν θεόν. αὐτίκα πάντα τὰ ἐμποδὼν καταλιπὼν καὶ πᾶσαν τὴν περισπῶσαν αὐτὸν ὕλην ὑπερηφανήσας τέμνει διὰ τῆς ἐπιστήμης τὸν οὐρανόν. καὶ διελθὼν τὰς πνευματικὰς οὐσίας καὶ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν ἅπτεται τῶν θρόνων τῶν ἄκρων, ἐπ᾿ ἐκεῖνο μόνον ἱέμενος, [ἐφ᾿] ὃ ἔγνω μόνον. μείξας οὖν τῇ περιστερᾷ τὸν ὄφιν τελείως ἅμα καὶ εὐσυνειδήτως βιοῖ, πίστιν ἐλπίδι κεράσας πρὸς τὴν τοῦ μέλλοντος ἀπεκδοχήν. αἴσθεται γὰρ τῆς δωρεᾶς ἧς ἔλαβεν ἄξιος γενόμενος τοῦ τυχεῖν, καὶ μετατεθεὶς ἐκ δουλείας εἰς υἱοθεσίαν. [ἀν] ἀκόλουθα τῇ ἐπιστήμῃ [μήτε μὴ] (»γνοὺς τὸν θεὸν [μᾶλλον δὲ] γνωσθείς τε πρὸς αὐτοῦ«) ἐπιτελεῖ, πρὸς ἀξίαν τῆς χάριτος ἐνδεικνύμενος τὰ ἐνεργήματα. ἕπεται γὰρ τὰ ἔργα τῇ γνώσει ὡς τῷ σώματι ἡ σκιά.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi