Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

14.85 Καλὸν οὖν καὶ φρένας καλὰς ἐκ μετανοίας αὐτοὺς τῆς εἰς τὴν πίστιν μεταλαβεῖν. εἰ γὰρ καὶ ἐχθροὺς ἡ ἀλήθεια τοὺς παραζηλοῦντας κεκτῆσθαι δοκεῖ, ἀλλ᾿ οὔ τί γε αὐτὴ διεχθρεύεταί τινι. »ὅ« τε γὰρ »θεὸς ἐπὶ δικαίους καὶ ἀδίκους τὸν αὑτοῦ ἐπιλάμπει ἥλιον« καὶ τὸν κύριόν γε αὐτὸν ἐπὶ δικαίους ἔπεμψεν καὶ ἀδίκους, ὅ τε ἐξομοιοῦσθαι βιαζόμενος θεῷ, διὰ τῆς πολλῆς ἀμνησικακίας »ἀφεὶς ἑβδομηκοντάκις ἑπτά« (οἶον κατὰ πάντα τὸν βίον καὶ καθ᾿ ὅλην τὴν κοσμικὴν περιήλυσιν ἑβδομάσιν ἀριθμουμέναις σημαινομένην), παντί τῳ χρηστεύεται, εἰ καί τις τὸν πάντα τοῦτον ἐν σαρκὶ βιοὺς χρόνον ἀδικεῖ τὸν γνωστικόν. οὐ γὰρ τὴν κρίσιν μόνην ἄλλοις ἐπιτρέπειν ἀξιοῖ τὸν σπουδαῖον τῶν ἠδικηκότων αὐτόν, ἀλλὰ καὶ παρ᾿ ἐκείνων αἰτεῖσθαι τῶν κριτῶν βούλεται τὸν δίκαιον τὴν ἄφεσιν τῶν ἁμαρτιῶν τοῖς εἰς αὐτὸν πεπλημμεληκόσι, καὶ εἰκότως· εἴ γε τὸ ἐκτὸς μόνον καὶ τὸ περὶ σῶμα, κἂν μέχρι θανάτου προβαίνῃ. πλεονεκτοῦσιν οἱ ἀδικεῖν ἐπιχειροῦντες, ὧν οὐδὲν οἰκεῖον τοῦ γνωστικοῦ. πῶς δ᾿ ἂν καὶ ἀγγέλους τις κρίναι τοὺς ἀποστάτας, αὐτὸς ἀποστάτης ἐκείνης τῆς κατὰ τὸ εὐαγγέλιον ἀμνησικακίας γενόμενος; »διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε;« φησί· »διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλὰ ὑμεῖς ἀδικεῖτε [καὶ ἀποστερεῖτε]«, εὐχόμενοι κατὰ τούτων δηλονότι τῶν κατ᾿ ἄγνοιαν πλημμελούντων, »καὶ ἀποστερεῖτε« τῆς τοῦ θεοῦ φιλανθρωπίας τε καὶ ἀγαθότητος τὸ ὅσον ἐφ᾿ ὑμῖν τοὺς καθ᾿ ὧν εὔχεσθε. »καὶ τοῦτο ἀδελφούς«, οὐ τοὺς κατὰ πίστιν μόνον. ἀλλὰ καὶ τοὺς προσηλύτους λέγων. εἰ γὰρ καὶ ὁ νῦν διεχθρεύων ὕστερον πιστεύσει.
14.86 οὐκ ἴσμεν οὐδέπω ἡμεῖς. ἐξ ὧν συνάγεται σαφῶς εἰ καὶ μὴ πάντας εἶναι, ἡμῖν γε αὐτοὺς δοκεῖν δεῖν εἶναι ἀδελφούς, ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους, κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ τῶν κτισμάτων τὴν ἐνέργειαν. δι᾿ ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi