Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

14.86 »Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν;« ἀδικεῖ οὖν ὁ ἀνταδικῶν εἴτ᾿ οὖν ἔργῳ εἴτε καὶ λόγῳ εἴτε καὶ τῇ τοῦ βούλεσθαι ἐννοίᾳ, ἣν μετὰ τὴν τοῦ νόμου παιδαγωγίαν τὸ εὐαγγέλιον περιγράφει. »καὶ ταῦτά τινες ἦτε«, τοιοῦτοι δηλονότι οἷοι ἔτι τυγχάνουσιν οἷς αὐτοὶ οὐ συγγινώσκετε. »ἀλλὰ ἀπελούσασθε«, οὐχ ἁπλῶς ὡς οἱ λοιποί, ἀλλὰ μετὰ γνώσεως τὰ πάθη τὰ ψυχικὰ ἀπερρύψασθε. εἰς τὸ ἐξομοιοῦσθαι ὅση δύναμις τῇ ἀγαθότητι τῆς τοῦ θεοῦ προνοίας διά τε τῆς ἀνεξικακίας διά τε τῆς ἀμνησικακίας, »ἐπὶ δικαίους καὶ ἀδίκους« τὸ εὐμενὲς τοῦ λόγου καὶ τῶν ἔργων καθάπερ ὁ ἥλιος ἐπιλάμποντες· ε(??)τ᾿ οὖν μεγαλονοίᾳ τοῦτο περιποιήσεται ὁ γνωστικὸς εἴτε μιμήσει τοῦ κρείττονος· τρίτη δ᾿ αἰτία τὸ »ἄφες καὶ ἀφεθήσεταί σοι(??), βιαζομένης ὥσπερ τῆς ἐντολῆς εἰς σωτηρίαν δι᾿ ὑπερβολὴν ἀγαθότητος. »ἀλλ᾿ ἡγιάσθητε·« τῷ γὰρ εἰς τοῦτο ἥκοντι ἕξεως ἁγίῳ εἶναι συμβαίνει, μηδενὶ τῶν παθῶν κατὰ μηδένα τρόπον περιπίπτοντι.
14.87 ἀλλ᾿ ο(??)ον ἀσάρκῳ ἤδη καὶ ἄνω τῆσδε τῆς γῆς [ἁγίῳ] γεγονότι. διόπερ »ἐδικαιώθητε« φησὶ »τῷ ὀνόματι τοῦ κυρίου«· ἐποιήθητε ὡς εἰπεῖν ὑπ᾿ αὐτοῦ δίκαιοι [εἶναι] ὡς αὐτός. καὶ »τῷ πνεύματι τῷ ἁγίῳ« ὡς ἔνι μάλιστα κατὰ δύναμιν ἀνεκράθητε. μὴ γὰρ οὐ »πάντα μοι ἔξεστιν. ἀλλ᾿ οὐκ ἐξουσιασθήσομαι«. φησί. παρὰ τὸ εὐαγγέλιόν τι ποιῆσαι ἢ νοῆσαι ἢ λαλῆσαι; »τὰ δὲ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν«. ἃ »ὁ θεὸς καταργήσει«, τουτέστιν τοὺς οὕτω λογιζομένους καὶ βιοῦντας ὡς διὰ τὸ ἐσθίειν γενομένους, μὴ οὐχὶ δὲ ἐσθίοντας ἵνα ζῶσι μὲν κατὰ τὸ ἀκόλουθον, κατὰ δὲ τὸ προηγούμενον τῇ γνώσει προσανέχοντας. καὶ μή τι οἷον σάρκας εἶναι τοῦ ἁγίου σώματος τούτους φησί; σῶμα δὲ ἀλληγορεῖται ἡ ἐκκλησία κυρίου. ὁ πνευματικὸς καὶ ἄγιος χορός. ἐξ ὧν οἱ τὸ ὄνομα ἐπικεκλημένοι μόνον. βιοῦντες δὲ οὐ κατὰ λόγον. σάρκες εἰσί. »τὸ δὲ σῶμα« τοῦτο τὸ πνευματικόν. τουτέστιν ἡ ἁγία ἐκκλησία. »οὐ τῇ πορνείᾳ« οὐδὲ τῇ ἀπὸ τοῦ εὐαγγελίου ἀποστασίᾳ πρὸς τὸν ἐθνικὸν βίον κατ᾿ οὐδένα τρόπον οὐδ᾿ ὁπωστιοῦν οἰκειωτέον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi