Kitap 7
14.88
πορνεύει γὰρ εἰς τὴν ἐκκλησίαν καὶ »τὸ αὑτοῦ σῶμα« ὁ ἐθνικῶς ἐν ἐκκλησίᾳ πολιτευόμενος, εἴτ᾿ οὖν ἐν ἔργῳ. εἴτε καὶ ἐν λόγῳ. εἴτε καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ. »ὁ« ταύτῃ »κολλώμενος τῇ πόρνῃ«. τῇ παρὰ τὴν διαθήκην ἐνεργείᾳ, ἄλλο σῶμα γίνεται οὐχ ἅγιον, »εἰς σάρκα μίαν« καὶ βίον ἐθνικὸν καὶ ἄλλην ἐλπίδα· »ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐςτι«. »πνευματικὸν σῶμα«, τὸ διάφορον τῆς συνόδου γένος. υἱὸς οὗτος ἅπας. ἄνθρωπος ἅγιος. ἀπαθής, γνωστικός, τέλειος, μορφούμενος τῇ τοῦ κυρίου διδασκαλίᾳ. ἵνα δὴ καὶ ἔργῳ καὶ λόγῳ καὶ αὐτῷ τῷ πνεύματι προσεχὴς τῷ κυρίῳ τὴν μονὴν ἐκείνην τὴν ὀφειλομένην τῷ οὕτως ἀπηνδρωμένῳ ἀπολάβῃ. ἀπόχρη τὸ δεῖγμα τοῖς ὦτα ἔχουσιν. οὐ γὰρ ἐκκυκλεῖν χρὴ τὸ μυστήριον. ἐμφαίνειν δὲ ὅσον εἰς ἀνάμνησιν τοῖς μετεσχηκόσι τῆς γνώσεως, οἳ καὶ συνήσουσιν ὅπως εἴρηται πρὸς τοῦ κυρίου· »γίνεσθε ὡς ὁ πατὴρ ὑμῶν τέλειοι«, τελείως ἀφιέντες τὰς ἁμαρτίας καὶ ἀμνησικακοῦντες καὶ ἐν τῇ ἕξει τῆς ἀπαθείας καταβιοῦντες. ὡς γὰρ τέλειόν φαμεν ἰατρὸν καὶ τέλειον φιλόσοφον, οὕτως, οἶμαι, καὶ τέλειον γνωστικόν· ἀλλ᾿ οὐδὲν τούτων, καίτοι μέγιστον ὄν, εἰς ὁμοιότητα θεοῦ παραλαμβάνεται. οὐ γάρ. καθάπερ οἱ Στωϊκοί, ἀθέως πάνυ τὴν αὐτὴν ἀρετὴν ἀνθρώπου λέγομεν καὶ θεοῦ. μή τι οὖν τέλειοι γίγνεσθαι ὀφείλομεν ὡς ὁ πατὴρ βούλεται; ἀδύνατον γὰρ καὶ ἀμήχανον ὡς ὁ θεός ἐστι γενέσθαι τινὰ τέλειον· βούλεται δὲ ὁ πατὴρ ζῶντας ἡμᾶς κατὰ τὴν τοῦ εὐαγγελίου ὑπακοὴν ἀνεπιλήπτως τελείους γίγνεσθαι. ἢν οὖν, κατ᾿ ἔλλειψιν λεγομένου τοῦ ῥητοῦ, προσυπακούσωμεν τὸ ἐνδέον εἰς ἀναπλήρωσιν τῆς περικοπῆς, τοῖς συνιέναι δυναμένοις ἀπολελειμμένον ἐκλαβεῖν, καὶ τὸ θέλημα τοῦ θεοῦ γνωριοῦμεν καὶ κατ᾿ ἀξίαν τῆς ἐντολῆς εὐσεβῶς ἅμα καὶ μεγαλοφρόνως πολιτευσόμεθα.
15.89
Ἐπειδὴ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ ὑπὸ Ἑλλήνων καὶ Ἰουδαίων ἐπιφερόμενα ἡμῖν ἐγκλήματα ἀπολογήσασθαι. συνεπιλαμβάνονται δὲ ἔν τισι τῶν ἀποριῶν ὁμοίως τοῖς προειρημένοις καὶ αἱ περὶ τὴν ἀληθῆ διδασκαλίαν αἱρέσεις, εὖ ἂν ἔχοι, πρότερον διακαθάραντας τὰ ἐμποδών, εὐτρεπεῖς ἐπὶ τὰς τῶν ἀποριῶν λύσεις, εἰς τὸν ἑξῆς προϊέναι Στρωματέα.