Kitap 7
15.89
Πρῶτον μὲν οὖν αὐτὸ τοῦτο προσάγουσιν ἡμῖν λέγοντες, μὴ δεῖν π(??)στεύειν διὰ τὴν διαφωνίαν τῶν αἱρέσεων· παρὰ τίνι γὰρ καὶ ἡ ἀλήθεια ἄλλων ἄλλα δογματιζόντων; πρὸς οὕς φαμεν ὅτι καὶ παρ᾿ ὑμῖν τοῖς Ἰουδαίοις καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν παρ᾿ Ἕλλησι φιλοσόφων πάμπολλαι γεγόνασιν αἱρέσεις. καὶ οὐ δήπου φατὲ δεῖν ὀκνεῖν ἤτοι φιλοσοφεῖν ἢ ἰουδαΐζειν τῆς διαφωνίας ἕνεκα τῆς πρὸς ἀλλήλας τῶν παρ᾿ ὑμῖν αἱρέσεων. ἔπειτα δὲ ἐπισπαρήσεσθαι τὰς αἱρέσεις τῇ ἀληθείᾳ, καθάπερ τῷ πυρῷ »τὰ ζιζάνια«. πρὸς τοῦ κυρίου προφητικῶς εἴρητο, καὶ ἀδύνατον μὴ γενέσθαι τὸ προειρημένον ἔσεσθαι· καὶ τούτου ἡ αἰτία, ὅτι παντὶ τῷ καλῷ μῶμος ἕπεται.
15.90
Μή τι οὖν. εἰ καὶ παραβαίη τις συνθήκας καὶ τὴν ὁμολογίαν παρέλθοι τὴν πρὸς ἡμᾶς. διὰ τὸν ψευσάμενον τὴν ὁμολογίαν ἀφεξόμεθα τῆς ἀληθείας καὶ ἡμεῖς; ἀλλ᾿ ὡς ἀψευδεῖν χρὴ τὸν ἐπιεικῆ καὶ μηδὲν ὧν ὑπέσχηται ἀκυροῦν. κἂν ἄλλοι τινὲς παραβαίνωσι συνθήκας. οὕτως καὶ ἡμᾶς κατὰ μηδένα τρόπον τὸν ἐκκλησιαστικὸν παραβαίνειν προσήκει κανόνα· καὶ μάλιστα τὴν περὶ τῶν μεγίστων ὁμολογίαν ἡμεῖς μὲν φυλάττομεν. οἵ δὲ παραβαίνουσι. πιστευτέον οὖν τοῖς βεβαίως ἐχομένοις τῆς ἀληθείας. ἤδη δὲ καὶ ὡς ἐν πλάτει χρωμένοις τῇδε τῇ ἀπολογίᾳ ἔνεστι φάναι πρὸς αὐτούς, ὅτι καὶ οἱ ἰατροὶ ἐναντίας δόξας κεκτημένοι κατὰ τὰς οἰκείας αἱρέσεις ἐπ᾿ ἴσης ἔργῳ θεραπεύουσιν. μή τι οὖν κάμνων τις τὸ σῶμα καὶ θεραπείας δεόμενος οὐ προσίεται ἰατρὸν διὰ τὰς ἐν τῇ ἰατρικῇ αἱρέσεις: οὐκ ἄρα οὐδὲ ὁ τὴν ψυχὴν νοσῶν καὶ εἰδώλων ἔμπλεως, ἕνεκά γε τοῦ ὑγιᾶναι καὶ εἰς θεὸν ἐπιστρέψαι. προφασίσαιτο ἄν ποτε τὰς αἱρέσεις. ναὶ μὴν »διὰ τοὺς δοκίμους« φησὶν »αἱ αἱρέσεις«. δοκίμους ἤτοι τοὺς εἰς πίστιν ἀφικνουμένους λέγει. ἐκλεκτικώτερον προσιόντας τῇ κυριακῇ διδασκαλίᾳ, καθάπερ τοὺς δοκίμους τραπεζίτας τὸ ἀκίβδηλον νόμισμα τοῦ κυρίου ἀπὸ τοῦ παραχαράγματος διακρίνοντας, ἢ τοὺς ἐν αὐτῇ τῇ πίστει δοκίμους ἤδη γενομένους κατά τε τὸν βίον κατά τε τὴν γνῶσιν.