Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

15.91 Διὰ δὴ τοῦτο ἄρα πλέονος ἐπιμελείας καὶ προμηθείας δεόμεθα εἰς τὴν ἐξέτασιν τοῦ πῶς ἀκριβῶς βιωτέον καὶ τίς ἡ ὄντως οὖσα θεοσέβεια. δῆλον γὰρ ὅτι δυσκόλου καὶ δυσεργοῦ τῆς ἀληθείας τυγχανούσης διὰ τοῦτο γεγόνασιν αἱ ζητήσεις· ἀφ᾿ ὧν αἱ φίλαυτοι καὶ φιλόδοξοι αἱρέσεις, μὴ μαθόντων μὲν μηδὲ παρειληφότων ἀληθῶς. οἴησιν δὲ γνώσεως εἰληφότων. διὰ πλείονος τοίνυν φροντίδος ἐρευνητέον τὴν τῷ ὄντι ἀλήθειαν, ἢ μόνην περὶ τὸν ὄντως ὄντα θεὸν καταγίνεται. πόνῳ δὲ ἕπεται γλυκεῖα εὕρεσίς τε καὶ μνήμη. ἐπαποδυτέον ἄρα τῷ πόνῳ τῆς εὑρέσεως διὰ τὰς αἱρέσεις, ἀλλ᾿ οὐ τέλεον ἀποστατέον. οὐδὲ γὰρ ὀπώρας παρακειμένης, τῆς μὲν ἀληθοῦς καὶ ὡρίμου. τῆς δὲ ἐκ κηροῦ ὡς ὅτι μάλιστα ἐμφεροῦς πεποιημένης. διὰ τὴν ὁμοιότητα ἀμφοῖν ἀφεκτέον, διακριτέον δὲ ὁμοῦ τε τῇ καταληπτικῇ θεωρίᾳ καὶ τῷ κυριωτάτῳ λογισμῷ τὸ ἀληθὲς ἀπὸ τοῦ φαινομένου. καὶ ὥσπερ ὁδοῦ μιᾶς μὲν τῆς βασιλικῆς τυγχανούσης, πολλῶν δὲ καὶ ἄλλων τῶν μὲν ἐπί τινα κρημνόν, τῶν δὲ ἐπὶ ποταμὸν ῥοώδη ἢ θάλασσαν ἀγχιβαθῆ φερουσῶν, οὐκ ἄν τις ὀκνήσαι διὰ τὴν διαφωνίαν ὁδεῦσαι, χρήσαιτο δ᾿ ἂν τῇ ἀκινδύνῳ καὶ βασιλικῇ καὶ λεωφόρῳ, οὕτως ἄλλα ἄλλων περὶ ἀληθείας λεγόντων οὐκ ἀποστατέον, ἐπιμελέστερον δὲ θηρατέον τὴν ἀκριβεστάτην περὶ αὐτῆς γνῶσιν· ἐπεὶ κἀν τοῖς κηπευομένοις λαχάνοις συναναφύονται καὶ πόαι· μή τι οὖν ἀπέχονται οἱ γεωργοὶ τῆς κηπευτικῆς ἐπιμελείας; ἔχοντες οὖν πολλὰς ἐκ φύσεως ἀφορμὰς πρὸς τὸ ἐξετάξειν τὰ λεγόμενα καὶ τῆς ἀληθείας τὴν ἀκολουθίαν ἐξευρίσκειν ὀφείλομεν. διὸ καὶ εἰκότως κρινόμεθα, οἷς δέον πείθεσθαι μὴ συγκα τατιθέμενοι, μὴ διαστέλλοντες τὸ μαχόμενον καὶ ἀπρεπὲς καὶ παρὰ φύσιν καὶ ψεῦδος ἀπὸ [τε] τἀληθοῦς καὶ τοῦ ἀκολούθου καὶ τοῦ πρέποντος καὶ τοῦ κατὰ φύσιν, αἷς ἀφορμαῖς καταχρηστέον εἰς ἐπίγνωσιν τῆς ὄντως οὔσης ἀληθείας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi