Kitap 7
15.92
Ματαία τοίνυν τοῖς Ἕλλησιν ἡ πρόφασις αὕτη· τοῖς μὲν γὰρ βουλομένοις ἐξέσται καὶ τὸ εὑρεῖν τὴν ἀλήθειαν, τοῖς δὲ αἰτίας ἀλόγους προβαλλομένοις ἀναπολόγητος ἡ κρίσις. πότερον γὰρ ἀναιροῦσιν ἢ συγκατατίθενται εἶναι ἀπόδειξιν; οἶμαι πάντας ἂν ὁμολογήσειν ἄνευ τῶν τὰς αἰσθήσεις ἀναιρούντων. ἀποδείξεως δ᾿ οὔσης ἀνάγκη συγκαταβαίνειν εἰς τὰς ζητήσεις καὶ δι᾿ αὐτῶν τῶν γραφῶν ἐκμανθάνειν ἀποδεικτικῶς, ὅπως μὲν ἀπεσφάλησαν αἱ αἱρέσεις, ὅπως δὲ ἐν μόνῃ τῇ ἀληθείᾳ καὶ τῇ ἀρχαίᾳ ἐκκλησίᾳ ἥ τε ἀκριβεστάτη γνῶσις καὶ ἡ τῷ ὄντι ἀρίστη αἵρεσις. τῶν δὲ ἀπὸ τῆς ἀληθείας ἐκτρεπομένων οἳ μὲν σφᾶς αὐτοὺς μόνους, οἵ δὲ καὶ τοὺς πέλας ἐξαπατᾶν ἐπιχειροῦσιν. οἳ μὲν οὖν, δοξόσοφοι καλούμενοι, [οἱ] τὴν ἀλήθειαν εὑρηκέναι νομίζοντες, οὐκ ἔχοντες ἀπόδειξιν οὐδεμίαν ἀληθῆ, ἑαυτοὺς οὗτοι ἀπατῶσιν ἀναπεπαῦσθαι νομίζοντες· ὧν πλῆθος οὐκ ὀλίγον τάς τε ζητήσεις ἐκτρεπομένων διὰ τοὺς ἐλέγχους, ἀποφευγόντων δὲ καὶ τὰς διδασκαλίας διὰ τὴν κατάγνωσιν. οἳ δέ, τοὺς προσιόντας ἐξαπατῶντες, πανοῦργοι σφόδρα, οἳ καὶ παρακολουθοῦντες αὑτοῖς ὅτι μηδὲν ἐπίστανται, πιθανοῖς ὅμως ἐπιχειρήμασι σκοτίζουσι τὴν ἀλήθειαν. ἑτέρα δ᾿, οἶμαι, τῶν πιθανῶν ἐπιχειρημάτων καὶ ἑτέρα τῶν ἀληθῶν ἡ φύσις. καὶ ὅτι τῶν αἱρέσεων ἀνάγκη τὴν ὀνομασίαν πρὸς ἀντιδιαστολὴν τῆς ἀληθείας λέγεσθαι γινώσκομεν· ἀφ᾿ ἧς τινὰ ἀποσπάσαντες ἐπὶ λύμῃ τῶν ἀνθρώπων οἱ σοφισταί, ταῖς ἐξευρημέναις σφίσιν ἀνθρωπικαῖς τέχναις ἐγκατορύξαντες. αὐχοῦσι προΐστασθαι διατριβῆς μᾶλλον ἢ ἐκκλησίας.