Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

16.93 Ἀλλ᾿ οἱ πονεῖν ἕτοιμοι ἐπὶ τοῖς καλλίστοις οὐ πρότερον ἀποστήσονται ζητοῦντες τὴν ἀλήθειαν πρὶν ἂν τὴν ἀπόδειξιν ἀπ᾿ αὐτῶν λάβωσι τῶν γραφῶν. ἔστι μὲν οὖν κοινά τινα τῶν ἀνθρώπων κριτήρια καθάπερ τὰ αἰσθητήρια. τὰ δ᾿ ἄλλα τῶν βουληθέντων καὶ ἀσκησάντων τὰ ἀληθῆ. τὰ διὰ νοῦ καὶ λογισμοῦ τεχνικὰ λόγων ἀληθῶν τε καὶ ψευδῶν. μέγιστον δὲ τὸ καὶ τὴν οἴησιν ἀποθέσθαι. ἐν μέσῳ καταστάντας ἀκριβοῦς ἐπιστήμης καὶ προπετοῦς δοξοσοφίας, καὶ γνῶναι ὅτι ὁ τὴν αἰώνιον ἐλπίζων ἀνάπαυσιν γιγνώσκει καὶ τὴν εἴσοδον αὐτῆς ἐπίπονον οὖσαν καὶ »τεθλιμμένην«. ὁ δὲ ἅπαξ εὐαγγελισθεὶς καὶ »τὸ σωτήριόν« φησιν »ἰδών«, ἐν ᾗ ὥρᾳ ἂν ἐπιγνῷ, μὴ »ἐπιστρεφέσθω εἰς τὰ ὀπίσω καθάπερ ἡ Αὼτ γυνὴ« μηδὲ εἰς τὸν πρότερον βίον τὸν τοῖς αἰσθητοῖς προσανέχοντα, μηδὲ μὴν εἰς τὰς αἱρέσεις παλινδρομείτω· ἐρίζουσι γὰρ ἁμῇ γέ πῃ, τὸν ὄντα μὴ γινώσκουσαι θεόν. »ὁ γὰρ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ«, τὸν ὄντως πατέρα καὶ διδάσκαλον τῆς ἀληθείας, τὸν ἀναγεννῶντα καὶ ἀνακτίζοντα καὶ τιθηνούμενον τὴν ψυχὴν τὴν ἐξειλεγμένην, »οὐκ ἔστι μου ἄξιος«, ἄξιος λέγει τοῦ εἶναι υἱὸς θεοῦ καὶ μαθητὴς θεοῦ ὁμοῦ καὶ φίλος καὶ συγγενής. »οὐδεὶς γὰρ εἰς τὰ ὀπίσω βλέπων καὶ ἐπιβάλλων τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον εὔθετος τῇ βασιλείᾳ τοῦ θεοῦ.«
16.93 Ἀλλ᾿. ὡς ἔοικεν. τοῖς πολλοῖς καὶ μέχρι νῦν δοκεῖ ἡ Μαριὰμ λεχὼ εἶναι διὰ τὴν τοῦ παιδίου γέννησιν, οὐκ οὖσα λεχώ (καὶ γὰρ μετὰ τὸ τεκεῖν αὐτὴν μαιωθεῖσάν φασί τινες παρθένον εὑρεθῆναι)·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi