Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

16.97 οὕτω γὰρ κατὰ πάσας ἔστιν ἰδεῖν τὰς αἱρέσεις. ἐπιόντας αὐτῶν τὰς μοχθηρίας τῶν δογμάτων. ἐπειδὰν γὰρ ἀνατρέπωνται πρὸς ἡμῶν δεικνύντων αὐτοὺς σαφῶς ἐναντιουμένους ταῖς γραφαῖς, δυοῖν θάτερον ὑπὸ τῶν προεστώτων τοῦ δόγματος ἔστι θεάσασθαι γινόμενον· ἢ γὰρ τῆς ἀκολουθίας τῶν σφετέρων δογμάτων ἢ τῆς προφητείας αὐτῆς, μᾶλλον δὲ τῆς ἑαυτῶν ἐλπίδος καταφρονοῦσιν, αἱροῦνται δὲ ἑκάστοτε τὸ δόξαν αὐτοῖς ὑπάρχειν ἐναργέστερον ἢ τὸ πρὸς τοῦ κυρίου διὰ τῶν προφητῶν εἰρημένον καὶ ὑπὸ τοῦ εὐαγγελίου, προσέτι δὲ καὶ τῶν ἀποστόλων, συμμαρτυρούμενόν τε καὶ βεβαιούμενον. ὁρῶντες οὖν τὸν κίνδυνον αὐτοῖς οὐ περὶ ἑνὸς δόγματος, ἀλλὰ περὶ τοῦ τὰς αἱρέσεις διατηρεῖν. οὐ τὴν ἀλήθειαν ἐξευρίσκειν (τοῖς μὲν γὰρ ἐν μέσῳ καὶ προχείροις ἐντυχόντες παρ᾿ ἡμῖν ὡς εὐτελῶν κατεφρόνησαν). ὑπερβῆναι δὲ σπουδάσαντες τὸ κοινὸν τῆς πίστεως, ἐξέβησαν τὴν ἀλήθειαν. μὴ γὰρ μαθόντες τὰ τῆς γνώσεως τῆς ἐκκλησιαστικῆς μυστήρια μηδὲ χωρήσαντες τὸ μεγαλεῖον τῆς ἀληθείας, μέχρι τοῦ βάθους τῶν πραγμάτων κατελθεῖν ἀπορρᾳθυμήσαντες, ἐξ ἐπιπολῆς ἀναγνόντες παρεπέμψαντο τὰς γραφάς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi