Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

16.104 Ἀλλ᾿ »οὐ πάντων ἡ γνῶσις«. »οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί,« φησὶν ὁ ἀπόστολος, »ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματός τε καὶ πόματος μετέλαβον«. κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ. διὸ καὶ ἐπήγαγεν· »ἀλλ᾿ οὐκ ἐν πᾶσιν αὐτοῖς ηὐδόκησεν.« τίς οὗτος; ὁ εἰπών· »τί με λέγετε κύριε καὶ οὐ ποιεῖτε τὸ θέλημα τοῦ πατρός μου;« τουτέστι τὴν διδασκαλίαν τοῦ σωτῆρος, ἥτις ἐστὶ βρῶμα ἡμῶν πνευματικὸν καὶ πόμα δίψαν οὐκ ἐπιστάμενον, »ὕδωρ ζωῆς« γνωστικῆς. ναί. φασίν. ἡ γνῶσις εἴρηται φυσιοῦν. πρὸς οὕς φαμεν· τάχα μὲν ἡ δοκοῦσα γνῶσις φυσιοῦν λέγεται. εἴ τις τετυφῶσθαι τὴν λέξιν ἑρμηνεύειν ὑπο λάβοι· εἰ δέ, ὅπερ καὶ μᾶλλον. τὸ μεγαλείως τε καὶ ἀληθῶς φρονεῖν μηνύει ἡ τοῦ ἀποστόλου φωνή. λέλυται μὲν τὸ ἠπορημένον· ἑπόμενοι δ᾿ οὖν ταῖς γραφαῖς κυρώσωμεν τὸ εἰρημένον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi