Kitap 8
4.13
Οὐ μὴν οὐδὲ τὸ σημαινόμενον ἐκ τοῦ ›κυούμενον‹ ὀνόματός ἐστι ζῷον, ἀλλ᾿ ἐκεῖνο μὲν ἀσώματόν τέ ἐστι καὶ λεκτὸν καὶ πρᾶγμα καὶ νόημα καὶ πάντα μᾶλλον ἢ ζῷον. ἄλλη δέ τιςἂν εἴη τοῦ ζῴου φύσις· ἐναργῶς γὰρ ἐδείκνυτο τοῦ πράγματος αὐτοῦ τοῦ ζητουμένου. λέγω δὲ τοῦ ἐμβρύου τῆς φύσεως ὁποία τίς ἐστιν, ἕτερον ὑπάρχον πρόβλημα τὸ περὶ τῶν σημαινομένων ἐκ τοῦ ›ζῷον‹ ὀνόματος. λέγω τοίνυν, εἰ τοῦτο λέγεις ζῷον τὸ δυνάμενον αἰσθέσθαι τε καὶ κινηθῆναι καθ᾿ ὁρμήν, ζῷόν ἐστιν οὐχ ἁπλῶς τὸ κινούμενον καθ᾿ ὁρμὴν καὶ αἰσθανόμενον· δύναται γὰρ καὶ κοιμᾶσθαι ἢ μὴ παρόντων τῶν αἰσθητῶν μὴ αἰσθάνεσθαι, τὸ δὲ δυνάμενον ἤτοι ὁρμᾶν ἢ καὶ αἰσθάνεσθαι πεφυκὸς ζῴου γνώρισμα. τοιοῦτον γάρ τι σημαίνεται ἐκ τούτων. πρῶτον μέν, εἰ τὸ κυούμενον ἤδη αἰσθάνεσθαι ἢ καθ᾿ ὁρμὴν κινεῖσθαι δύναται. ὅπερ πρόκειται σκοπεῖσθαι. ἕτερον δέ, εἰ τὸ κυούμενον αἰσθέσθαι ποτὲ ἢ κινηθῆναι δυνήσεται καθ᾿ ὁρμήν. καθ᾿ ὃ σημαινόμενον οὐδεὶς ζητεῖ ἐναργὲς ὄν. ἐζήτητο δὲ πότερον ζῷόν ἐστιν ἤδη τὸ ἔμβρυον ἢ φυτὸν ἔτι. κἄπειτα μετελήφθη τοῦ ζῴου τοὔνομα εἰς λόγον. ἵν᾿ ᾐ σαφές. αἰσθήσει σὴ καὶ κινήσει τῇ καθ᾿ ὁρμὴν εὑρόντες αὐτὸ διαφέρον τοῦ μὴ ζῴου. πάλιν τοῦτο διωρισάμεθα τῶν παρακειμένων αὐτῷ πραγμάτων ἕτερον μὲν εἶναι φάμενοι τὸ δυνάμει τοιοῦτον. ὃ μήπω μέν ἐστιν αἰσθανόμενόν τε καὶ κινούμενον. ἔσται δέ ποτε τοιοῦτον, ἕτερον δὲ τὸ κατ᾿ ἐνέργειαν ὑπάρχον ἤδη τοιοῦτον. τούτου δὲ τὸ μὲν ἤδη ἐνεργοῦν. τὸ δὲ ἐνεργεῖν μὲν δυνάμενον. ἡσυχάζον δὲ ἢ κοιμώμενον. τοῦτο δέ ἐστι τὸ ζητούμενον. οὐ γὰρ ἐκ τοῦ τρέφεσθαι τὸ ἔμβρυον ζῷον εἶναι λεκτέον, ὃ τῆς οὐσίας ἐστὶν ἀποχωρούντων τοῦ ζητουμένου, τοῖς δ᾿ ἄλλως συμβεβηκόσιν προσεχόντων τὸν νοῦν.