Kitap 8
6.21
Προσλαμβάνεται δὲ ὅροις καὶ ἡ διαφορά, σημείου τάξιν ἐπέχουσα τῷ ὅρῳ. τῷ γοῦν τοῦ ἀνθρώπου ὅρῳ τὸ γελαστικὸν προστεθὲν ποιεῖ τὸ ὅλον ζῷον λογικόν, θνητόν, χερσαῖον, πεζόν, γελαστικόν. σημεῖα γάρ ἐστι τὰ κατὰ διαφορὰν προσαγόμενα τῷ ὅρῳ οἰκείων πραγμάτων, τὴν δὲ φύσιν αὐτῶν τῶν πραγμάτων οὐκ ἐνδείκνυται. αὐτίκα ἰδίου ἀπόδοσίν φασιν εἶναι τὴν διαφοράν. καὶ καθὸ τῶν ἄλλων ἁπάντων διαφέρει τὸ ἔχον τὴν διαφοράν, ἣ μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν [δεῖ] παραλαμβάνειν. ἐν μὲν οὖν τοῖς μακροτέροις ὅροις τὸ πλῆθος τῶν εἰδῶν τῶν ἐξευρισκομένων διὰ τῶν δέκα κατηγοριῶν, ἐν δὲ τοῖς ἐλαχίστοις τὰ προηγούμενα τῶν προσεχῶν εἰδῶν ληφθέντα τὴν οὐσίαν καὶ φύσιν διασημαίνει τοῦ πράγματος, ὁ δὲ ἐλάχιστος ἐκ τριῶν συνέστηκεν, τοῦ γένους καὶ δυεῖν τῶν ἀναγκαιοτάτων εἰδῶν. γίνεται δὲ τοῦτο διὰ συντομίαν. φαμὲν οὖν, ἄνθρωπός ἐστι τὸ ζῷον λογικόν γελαστικόν. τό τε ἐξαιρέτως συμβεβηκὸς τῷ ὁριζομένῳ προσπαραληπτέον, ἢ τὴν ἰδίαν ἀρετὴν αὐτοῦ ἢ τὸ ἴδιον ἔργον αὐτοῦ καὶ τοιούτων τινῶν ἄλλων. ἐξηγητικὸς οὖν ὁ ὅρος ὢν τῆς τοῦ πράγματος οὐσίας περιλαβεῖν μὲν ἀκριβῶς τὴν φύσιν τοῦ πράγματος ἀδυνατεῖ, διὰ δὲ τῶν κυριωτάτων εἰδῶν τὴν δήλωσιν τῆς οὐσίας ποιεῖται καὶ σχεδὸν ἐν ποιότητι ὁ ὅρος τὴν οὐσίαν ἔχει.