Kitap 8
9.28
Τετραχῶς τὸ αἴτιον λέγεται τὸ ποιοῦν ὡς ὁ ἀνδριαντοποιός. καὶ ἡ ὕλη ὡς ὁ χαλκός, καὶ τὸ εἶδος ὡς ὁ χαρακτήρ, καὶ τὸ τέλος ὡς ἡ τιμὴ τοῦ γυμνασιάρχου. τῶν ὧν οὐκ ἄνευ λόγον ὁ χαλκὸς ἐπέχει πρὸς τὸ γενέσθαι τὸν ἀνδριάντα καὶ ὁμοίως ἐστὶν αἴτιον. πᾶν γὰρ οὗ χωρὶς οὐκ ἐνδεχόμενον γενέσθαι τὸ ἀποτέλεσμα, κατὰ ἀνάγκην ἐστὶν αἴτιον, αἴτιον δὲ οὐχ ἁπλῶς. οὐ γάρ ἐστι συνεκτικὸν τὸ οὗ μὴ ἄνευ. συνεργὸν δέ. πᾶν τὸ ἐνεργοῦν παρέχει τὸ ἀποτέλεσμα μετ᾿ ἐπιτηδειότητος τοῦ πάσχοντος· διατίθησι μὲν γὰρ τὸ αἴτιον, πάσχει δὲ ἕκαστον εἰς ὃ πέφυκέν τι. παρεκτικῆς τῆς ἐπιτηδειότητος οὔσης καὶ τῶν ὧν οὐκ ἄνευ λόγον ἐπεχούσης. ἄπρακτον οὖν τὸ αἴτιον ἄνευ τῆς ἐπιτηδειότητος, οὐκ ἔστιν δὲ αἰτία, ἀλλὰ συνεργός, ἐπεὶ πᾶν αἴτιον ἐν τῷ δρᾶν νοεῖται. αὑτὴν δὲ οὐκ ἂν ποιοίη ἡ γῆ. ὥστε οὐδὲ αἰτία ἂν εἴη ἑαυτῆς. καταγέλαστον δὲ τὸ λέγειν μὴ τὸ πῦρ αἴτιον τῆς καύσεως, ἀλλὰ τὰ ξύλα, μηδὲ τὴν μάχαιραν τῆς τομῆς, ἀλλὰ τὴν σάρκα. μηδὲ τοῦ καταπαλαισθῆναι τὸν ἀθλητὴν τὴν ἰσχὺν τοῦ ἀντιπάλου, τὴν ἑαυτοῦ δὲ ἀσθένειαν.
9.28
Τὸ συνεκτικὸν αἴτιον οὐ δεῖται χρόνου· τὸ γὰρ καυτήριον ἅμα τῷ κατὰ τῆς σαρκὸς ἐπερεισθῆναι τὴν ἀλγηδόνα παρέχει. τῶν προκαταρκτικῶν τὰ μὲν χρόνου δεῖται, ἄχρις ἂν γένηται τὸ ἀποτέλεσμα, τὰ δὲ οὐ δεῖται, ὡς ἡ πτῶσις τοῦ κατάγματος. μή τι οὖν οὐ κατὰ στέρησιν χρόνου ἄχρονα λέγεται ταῦτα, ἀλλὰ κατὰ μείωσιν, ὡς καὶ τὸ ἐξαίφνης, μηδὲ αὐτὸ χωρὶς χρόνου γενόμενον.
9.29
Πᾶν αἴτιον ὡς αἴτιον διπλῇ διανοίᾳ ληπτὸν τυγχάνει. ἐπεὶ τινὸς καὶ πρός τινι νοεῖται, τινὸς μέν, τοῦ ἀποτελέσματος, καθάπερ ἡ μάχαιρα τοῦ τέμνειν, πρός τινι δέ. [καθάπερ] τῷ ἐπιτηδείως ἔχοντι, καθάπερ τὸ πῦρ τῷ ξύλῳ· τὸν ἀδάμαντα γὰρ οὐ καύσει. τὸ αἴτιον τῶν πρός τι· κατὰ γὰρ τὴν πρὸς ἕτερον νοεῖται σχέσιν, ὥστε δυεῖν ἐπιβάλλομεν, ἵνα τὸ αἴτιον ὡς αἴτιον νοήσωμεν.