Kitap 8
9.29
Ὁ αὐτὸς καὶ περὶ τοῦ δημιουργοῦ καὶ ποιητοῦ λόγος καὶ πατρός. οὐκ ἔστιν αὐτό τι ἑαυτοῦ αἴτιον οὐδὲ ἑαυτοῦ τις πατήρ, ἐπεὶ τὸ πρῶτον γενήσεται δεύτερον· τό γε μὴν αἴτιον ἐνεργεῖ καὶ διατίθησι, τὸ ὑπὸ τοῦ αἰτίου γενόμενον πάσχει καὶ διατίθεται. οὐ δύναται δὲ τὸ αὐτὸ πρὸς ἑαυτῶ λαμβανόμενον ἐνεργεῖν ἅμα καὶ διατίθεσθαι. οὐδὲ υἱὸς εἶναι καὶ πατήρ. καὶ ἄλλως τὸ αἴτιον τοῦ ὑπ᾿ αὐτοῦ γινομένου προχρονεῖ κατὰ τὴν οὐσίαν, ὡς ἡ μάχαιρα τῆς τομῆς. οὐ δύναται δὲ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ προχρονεῖν τῇ ὕλῃ. καθὸ αἴτιόν ἐστιν, ἅμα καὶ ὑστερεῖν καὶ ὑστεροχρονεῖν, καθὸ τῆς αἰτίας ἐστὶν ἔργον. διαφέρει τε τὸ εἶναι τοῦ γίνεσθαι· οὕτως καὶ αἴτιον μὲν τοῦ γινομένου, πατὴρ δὲ υἱοῦ. οὐκ ἐνδέχεται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ εἶναι ἅμα καὶ γίνεσθαι. οὐθὲν οὖν ἐστιν ἑαυτοῦ αἴτιον.
9.30
Ἀλλήλων οὐκ ἔστι τὰ αἴτια, ἀλλήλοις δὲ αἴτια. ἡ γὰρ σπληνικὴ διάθεσις προϋποκειμένη οὐ πυρετοῦ αἴτιος. ἀλλὰ τοῦ γίνεσθαι τὸν πυρετόν· καὶ ὁ πυρετὸς προϋποκείμενος οὐ σπληνός, ἀλλὰ τοῦ αὔξεσθαι τὴν διάθεσιν. οὕτως καὶ αἱ ἀρεταὶ ἀλλήλαις αἴτιαι τοῦ μὴ χωρίζεσθαι διὰ τὴν ἀντακολουθίαν, καὶ οἱ ἐπὶ τῆς ψαλίδος λίθοι ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ μένειν κατηγορήματος, ἀλλήλων δὲ οὐκ εἰσὶν αἴτιοι, καὶ ὁ διδάσκαλος δὲ καὶ ὁ μανθάνων ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ προκόπτειν κατηγορήματος. λέγεται δὲ ἀλλήλοις αἴτια ποτὲ μὲν τῶν αὐτῶν, ὡς ὁ ἔμπορος καὶ ὁ κάπηλος ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ κερδαίνειν, ποτὲ δὲ ἄλλου καὶ ἄλλου, καθάπερ ἡ μάχαιρα καὶ ἡ σάρξ· ἣ μὲν γὰρ τῇ σαρκὶ τοῦ τέμνεσθαι, ἡ σὰρξ δὲ τῇ μαχαίρᾳ τοῦ τέμνειν.
9.30
Τὸ »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ« καὶ »ψυχὴν ἀντὶ ψυχῆς«.