Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 8

9.32 Τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν. ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα τοῦ πάσχοντος. παρὰ μὲν τὴν ποιὰν δύναμιν· ἡ αὐτὴ χορδὴ παρὰ τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν ὀξὺν ἢ βαρὺν ἀποδίδωσι τὸν φθόγγον. παρὰ δὲ τὴν ἐπιτηδειότητα τῶν πασχόντων· τὸ μέλι γλυκάζει μὲν τοὺς ὑγιαίνοντας, πικράζει δὲ τοὺς πυρέσσοντας, καὶ εἷς καὶ ὁ αὐτὸς οἶνος τοὺς μὲν εἰς ὀργήν, τοὺς δὲ εἰς διάχυσιν ἄγει, καὶ ὁ αὐτὸς ἥλιος τήκει μὲν τὸν κηρόν, ξηραίνει δὲ τὸν πηλόν.
9.32 Τῶν οὖν αἰτίων τὰ μέν ἐστι πρόδηλα, τὰ [δὲ] ἐπιλογισμῷ λαμβανόμενα, τὰ δὲ ἄδηλα, τὰ [δὲ] ἀναλογισμῷ. καὶ τῶν ἀδήλων τὰ μὲν πρὸς καιρὸν ἄδηλα, τὰ κατὰ μέν τινα καιρὸν ἀποκεκρυμμένα, κατὰ δέ τινα πάλιν ἔκδηλα βλεπόμενα, τὰ δὲ φύσει ἄδηλα, τὰ κατὰ μηδένα καιρὸν πρόδηλα γενέσθαι δυνάμενα. καὶ τῶν μὲν φύσει τὰ μέν καταληπτά, ἅπερ οὐκ ἄδηλά τινες ἐκάλουν διὰ σημείων ἀναλογιστικῶς λαμβανόμενα, καθάπερ ἡ συμμετρία τῶν λόγῳ θεωρητῶν πόρων, τὰ δὲ ἀκατάληπτα, τὰ κατὰ μηδένα τρόπον ὑπὸ κατάληψιν πεσεῖν δυνάμενα, ἃ δὴ καὶ ἄδηλα ἐν τῷ καθάπαξ λέγεται.
9.32 Καὶ τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά. καὶ τὰ μὲν τοῦ κατὰ φύσιν, τὰ δὲ τοῦ παρὰ φύσιν, τὰ δὲ νόσου, καὶ κατὰ τὸ ὑποβεβηκὸς τὰ μὲν παθῶν, τὰ δὲ τοῦ μεγέθους αὐτῶν, τὰ δὲ χρόνων καὶ καιρῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi