Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 8

9.33 Τῶν μὲν οὖν προκαταρκτικῶν αἰρομένων μένει τὸ ἀποτέλεσμα, συνεκτικὸν δέ ἐστιν αἴτιον, οὗ παρόντος μένει τὸ ἀποτέλεσμα καὶ αἰρομένου αἴρεται. τὸ δὲ συνεκτικὸν συνωνύμως καὶ αὐτοτελὲς καλοῦσιν, ἐπειδὴ αὐτάρκως δι᾿ αὑτοῦ ποιητικόν ἐστι τοῦ ἀποτελέσματος. εἰ δὲ τὸ αὐτοτελὲς αἴτιον αὐτοτελοῦς ἐνεργείας ἐστὶ δηλωτικόν, τὸ συνεργὸν ὑπηρεσίαν σημαίνει καὶ τὴν σὺν ἑτέρῳ λειτουργίαν. εἰ μὲν οὖν μηδὲν παρέχεται, οὐδὲ συνεργὸν λεχθήσεται, εἰ δὲ παρέχεται, τούτου πάντως γίνεται αἴτιον οὗ καὶ παρέχεται, τουτέστιν τοῦ δι᾿ αὐτοῦ γινομένου. ἔστιν οὖν συνεργὸν οὗ παρόντος ἐγίνετο τὸ ἀποτέλεσμα, προδήλῳ μὲν οὖν παρόντος προδήλου, ἀδήλῳ δὲ ἀδήλου. καὶ τὸ συναίτιον δὲ ἐκ τοῦ γένους ἐστὶ τῶν αἰτίων, καθάπερ ὁ συστρατιώτης στρατιώτης καὶ ὁ συνέφηβος ἔφηβος τὸ μὲν οὖν συνεργὸν αἴτιον τῷ συνεκτικῷ πρὸς τὴν ἐπίτασιν βοηθεῖ τοῦ ὑπ᾿ αὐτοῦ γινομένου, τὸ δὲ συναίτιον οὐκ ἐπὶ τῆς αὐτῆς ἐστιν ἐννοίας· δύναται γὰρ συναίτιον ὑπάρχειν. κἂν μὴ συνεκτικὸν αἴτιον ᾖ τι. νοεῖται γὰρ σὺν ἑτέρῳ τὸ συναίτιον οὐδ᾿ αὐτῷ δυναμένῳ κατ᾿ ἰδίαν ποιῆσαι τὸ ἀποτέλεσμα. αἴτιον ὂν σὺν αἰτίῳ. διαφέρει δὲ τοῦ συναιτίου τὸ συνεργὸν εν τῷ τὸ μὲν συναίτιον μεθ᾿ ἑτέρου κατ᾿ ἰδίαν μὴ ποιοῦντος τὸ ἀποτέλεσμα παρέχειν, τὸ δὲ συνεργὸν [ἐν τῷ] κατ᾿ ἰδίαν μὴ ποιεῖν, ἑτέρῳ δὲ προσερχόμενον τῷ κατ᾿ ἰδίαν ποιοῦντι συνεργεῖν αὐτῷ πρὸς τὸ σφοδρότερον γίνεσθαι τὸ ἀποτέλεσμα. μάλιστα δὲ τὸ ἐκ προκαταρκτικοῦ συνεργὸν γεγονέναι πρὸς τὸ συνεργὸν> τὴν τοῦ αἰτίου διατείνειν δύναμιν παρίστησιν.
← Önceki 28 / 28

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi