Kitap 8
3.5
Ὡσαύτως δὲ καὶ τὴν ἀπόδειξιν πάντες ἄνθρωποι ὁμολογήσαιεν ἂν λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. οὐ μόνον δὲ ἀπόδειξις καὶ πίστις καὶ γνῶσις. ἀλλὰ καὶ πρόγνωσις λέγεται διχῶς, ἣ μὲν ἐπιστημονική τε καὶ βεβαία, ἄλλη δὲ μόνον ἐλπιστική. κυριώτατα μὲν οὖν ἀπόδειξις λέγεται ἡ τὴν ἐπιστημονικὴν πίστιν ἐντιθεῖσα ταῖς τῶν μανθανόντων ψυχαῖς, δοξαστικὴ δὲ ἡ ἑτέρα, ὡς καὶ ἄνθρωπος ὁ μὲν ὄντως ἄνθρωπος ὁ τὰς κοινὰς φρένας κεκτημένος. ὃ δὲ ἄγριος καὶ θηριώδης. οὕτω τοι καὶ ὁ κωμικὸς ἔλεγεν· ὡς χαρίεν ἐστὶ[ν] ἄνθρωπος, [ἔστ᾿] ἂν ἄνθρωπος ᾖ. καὶ ἐπὶ βοὸς καὶ ἵππου καὶ κυνὸς ὁ αὐτὸς λόγος παρὰ τὴν ἀρετὴν τοῦ ζῴου ἢ κακίαν. εἰς γὰρ τὴν τοῦ γένους τελειότητα βλέποντες ἐπὶ τὰ κυριώτατα τῶν σημαινομένων ἐρχόμεθα. αὐτίκα ἰατρὸν νοοῦμεν ᾧ μηδὲν τῆς ἰατρικῆς δυνάμως ἐνδεῖ, γνωστικὸν δὲ ᾧ μηδὲν λείπει τῆς ἐπιστημονικῆς εἰδήσεως.