Kitap 8
4.10
εὐθέως οὖν τὸν προβάλλοντα ἀντερωτητέον τί ποτε καλεῖ ζῷον· μάλιστα γὰρ τοῦτο ποιητέον, ἐπειδὰν εἰς διαφόρους χρήσεις ἠγμένον ἴδωμεν τοὔνομα· καὶ διερευνητέον εἴτε ἀμφισβητούμενόν ἐστι τὸ σημαινόμενον ἐκ τῆς προσηγορίας εἴθ᾿ ὁμολογούμενον ἅπασιν. εἰ γὰρ ζῷον εἴποι καλεῖν ὅτιπερ ἂν αὐξάνῃ καὶ τρέφηται, πάλιν αὖ προσανερωτήσομεν εἰ καὶ τὰ φυτὰ νομίζει ζῷα, κἄπειτα φάντος μὲν οὕτως ἐπιδεικνύειν ἤδη χρὴ [τι] τὸ κυούμενον αὐξανόμενόν τε καὶ τρεφόμενον. Πλάτων γὰρ καὶ τὰ φυτὰ ζῷα καλεῖ »τοῦ τρίτου τῆς ψυχῆς εἴδους«. τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα, Ἀριστοτέλης δὲ τῆς φυτικῆς τε καὶ θρεπτικῆς ψυχῆς μετέχειν οἴεται τὰ φυτά. ζῷα δ᾿ ἤδη προσαγορεύειν οὐκ ἀξιοῖ· τὸ γὰρ δὴ τῆς ἑτέρας ψυχῆς τῆς αἰσθητικῆς μετέχον τοῦτο μόνον ἀξιοῖ καλεῖσθαι ζῷον. οὐ μὴν οἵ γε Στωϊκοὶ τὴν φυτικὴν δύναμιν ἤδη ψυχὴν ὀνομάζουσιν. ἀποφήσαντος δὲ τοῦ προβαλόντος εἶναι ζῷα καὶ τὰ φυτά, δείξομεν ἑαυτῷ μαχόμενα λέγειν. τῷ γὰρ τρέφεσθαί τε καὶ αὐξάνεσθαι τὸ ζῷον ὁρισάμενος. ἀλλὰ καὶ τὸ φυτὸν οὐκ εἶναι ζῷον ἀποφηνάμενος, οὐδὲν ἄλλο ἔοικεν λέγειν ἢ ὅτι τὸ τρεφόμενόν τε καὶ αὐξανόμενον καὶ ζῷόν ἐστι καὶ οὐ ζῷον. τί οὖν βούλεται μαθεῖν, εἰπάτω, ἆρά γε εἰ αὔξεται καὶ τρέφεται τὸ κατὰ γαστρὸς ἢ εἰ αἰσθήσεώς τινος ἢ καὶ τῆς καθ᾿ ὁρμὴν κινήσεως αὐτῷ μέτεστιν. κατὰ μὲν γὰρ Πλάτωνα τὸ φυτὸν ἔμψυχόν τε καὶ ζῷον, κατὰ δὲ Ἀριστοτέλη ζῷον μὲν οὔπω, λείπει γὰρ αὐτῷ τὸ αἰσθητικόν, ἔμψυχον δὲ ἤδη· ἔστι γοῦν αὐτῷ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητική· κατὰ δὲ τοὺς Στωϊκοὺς οὔτε ἔμψυχον οὔτε ζῷόν ἐστι τὸ φυτόν· ἔμψυχος γὰρ οὐσία τὸ ζῷον.
4.11
εἰ τοίνυν ἔμψυχον τὸ ζῷον, ἡ ψυχὴ δὲ φύσις αἰσθητική. δῆλον ὡς αἰσθητικὸν ἤδη τὸ ἔμψυχον.