Kitap 1
1.1
ἵνα ὑπὸ χεῖρα ἀναγινώσκῃς αὐτὰς καὶ δυνηθῇς φυλάξαι αὐτάς. πότερον δ’ οὐδ’ ὅλως ἢ τισὶ καταλειπτέον συγγράμματα; καὶ εἰ μὲν τὸ πρότερον, τίς ἡ τῶν γραμμάτων χρεία; εἰ δὲ τὸ ἕτερον, ἤτοι τοῖς σπουδαίοις ἢ τοῖς μή; γελοῖον μεντἂν εἴη τὴν τῶν σπουδαίων ἀποδοκιμάζοντα γραφὴν τοὺς μὴ τοιούτους ἀποδέχεσθαι συντάττοντας. ἀλλ’ ἄρα θεοπόμπῳ μὲν καὶ Τιμαίῳ μύθους καὶ βλασφημίας συντάττουσιν, πρός δὲ καὶ Ἐπικούρῳ ἀθεότητος κατάρχοντι, ἔτι δὲ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ αἰσχρῶς οὕτως ἐπιτρεπτέον γράφειν, τὸν δὲ τὴν ἀλήθειαν κηρύσσοντα κωλυτέον τοῖς ὕστερον ἀνθρώποις ὠφέλειαν ἀπολιπεῖν; καλὸν δ’ οἶμαι καὶ παῖδας ἀγαθοὺς τοῖς ἔπειτα καταλείπειν. οἱ μέν γε παῖδες σωμάτων, ψυχῆς δὲ ἔγγονοι οἱ λόγοι. αὐτίκα πατέρας τοὺς κατηχήσαντάς φαμεν, κοινωνικὸν δὲ ἡ σοφία καὶ φιλάνθρωπον. λέγει γοῦν ὁ Σολομών· υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐντολῆς ἐμῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὖς σου. σπειρόμενον τὸν λόγον κρύπτεσθαι μηνύει καθάπερ ἐν γῇ τῇ τοῦ μανθάνοντος ψυχῇ, καὶ αὕτη πνευματικὴ φυτεία.
1.2
διὸ καὶ ἐπιφέρει· καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου. ψυχὴ γάρ, οἶμαι, ψυχῇ καὶ πνεῦμα πνεύματι συναπτόμενα κατὰ τὴν τοῦ λόγου σπορὰν αὔξει τὸ καταβληθὲν καὶ ζῳογονεῖ· υἱὸς δὲ πᾶς ὁ παιδευόμενος καθ’ ὑπακοὴν τοῦ παιδεύοντος. υἱέ, φησίν, ἐμῶν θεσμῶν μὴ ἐπιλανθάνου. εἰ δὲ μὴ πάντων ἡ γνῶσις, ὄνος λύρας, ᾗ φασιν οἱ παροιμιαζόμενοι, τοῖς πολλοῖς τὰ συγγράμματα. ὕες γοῦν βορβόρῳ ἥδονται μᾶλλον ἢ καθαρῷ ὕδατι. διὰ τοῦτο, φησὶν ὁ κύριος, ἐν παραβολαῖς αὐτοῖς λαλῶ. ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ οὐ συνιᾶσι. τὴν ἄγνοιαν αὐτοῖς ὡς μὴ παρέχοντος τοῦ κυρίου (μὴ γὰρ οὐ θεμιτὸν οὕτω φρονεῖν), ἀλλὰ τὴν ὑπάρχουσαν διελέγξαντος προφητικῶς καὶ ἀσυνέτους τῶν λεγομένων ἐσομένους μηνύσαντος.