Thesauros Edebiyat theology τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος Clement of Alexandria, Saint approximately 150-approximately 215
20 Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄνθρωπος, μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα καὶ μὴ ἔχειν καὶ χρῆσθαι τῷ κόσμῳ καὶ μὴ χρῆσθαι, ἀπῆλθε στυγνὸς καὶ κατηφής, λιπὼν τὴν τάξιν τῆς ζωῆς, ἧς ἐπιθυμεῖν μόνον, ἀλλ’ οὐχὶ καὶ τυχεῖν ἠδύνατο, τὸ δύσκολον ποιήσας ἀδύνατον αὐτὸς ἑαυτῷ. δύσκολον γὰρ ἦν μὴ περιάγεσθαι μηδὲ καταστράπτεσθαι τὴν ψυχὴν ὑπὸ τῶν προσόντων ἁβρῶν τῷ προδήλῳ πλούτῳ καὶ ἀνθηρῶν γοητευμάτων, οὐκ ἀδύνατον δὲ τὸ καὶ ἐν τούτῳ λαβέσθαι σωτηρίας, εἴ τις ἑαυτὸν ἀπὸ τοῦ αἰσθητοῦ πλούτου ἐπὶ τὸν νοητὸν καὶ θεοδίδακτον μεταγάγοι καὶ μάθοι τοῖς ἀδιαφόροιςἀδιαφόροις Ghisler. διαφόρως MS. χρῆσθαι καλῶς καὶ ἰδίως καὶ ὡς ἂν εἰς ζωὴν αἰώνιον ὁρμήσαιὁρμήσαι Wilamowitz. ὁρμᾶσαι MS. καὶ οἱ μαθηταὶ δὲ τὸ πρῶτον μὲν καὶ αὐτοὶ περιδεεῖς καὶ καταπλῆγες γεγόνασιν. ἀκούσαντες τί δήποτε; ἆρά γε ὅτι χρήματα καὶ αὐτοὶ ἐκέκτηντο πολλά; ἀλλὰ καὶ αὐτὰ ταῦτα τὰ δικτύφια καὶ ἄγκιστρα καὶ τὰ ὑπηρετικὰ σκαφίδια ἀφῆκαν πάλαι, ἅπερ ἦν αὐτοῖς μόνα. τί οὖν φοβηθέντες λέγουσι· τίς δύναται σωθῆναι; καλῶς ἤκουσαν καὶ ὡς μαθηταὶ τοῦ παραβολικῶς καὶ ἀσαφῶςἀσαφῶς Ghisler. σαφῶς MS. λεχθέντος ὑπὸ τοῦ κυρίου καὶ ᾔσθοντο τοῦ βάθους τῶν λόγων. ἕνεκα μὲν οὖν χρημάτων ἀκτημοσύνης εὐέλπιδες ἦσαν πρὸς σωτηρίαν· ἐπειδὴ δὲ συνῄδεσαν ἑαυτοῖς μήπω τὰ πάθη τέλεον ἀποτεθειμένοιςἀποτεθειμένοις Mayor. ἀποτιθεμένοις MS. ʽἀρτιμαθεῖς γὰρ ἦσαν καὶ νεωστὶ πρὸς τοῦ σωτῆρος ἠνδρολογημένοἰ, περισσῶς ἐξεπλήσσοντο καὶ ἀπεγίνωσκον ἑαυτοὺς οὐδέν τι ἧττον ἐκείνου τοῦ πολυχρημάτου καὶ δεινῶς τῆς κτήσεως περιεχομένου, ἥν γε προέκρινεν ζωῆς αἰωνίου. ἄξιον οὖν ἦν τοῖς μαθηταῖς φόβου πάντως,πάντως Wilamowitz. παντὸς MS. εἰ καὶ ὁ χρήματα κεκτημένος καὶ ὁ τῶν παθῶν ἔγκυος, ὧνὦν Stählin. ὣν MS. ἐπλούτουν καὶ αὐτοί, παραπλησίως ἀπελασθήσονται οὐρανῶν· ἀπαθῶν γὰρ καὶ καθαρῶν ψυχῶν ἐστιν ἡ σωτηρία.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi