21
Ὁ δὲ κύριος ἀποκρίνεται διότι τὸ ἐν ἀνθρώποις ἀδύνατον δυνατὸν θεῷ. πάλιν καὶ τοῦτο μεγάλης σοφίας μεστόν ἐστιν, ὅτι καθ’ αὑτὸν μὲν ἀσκῶν καὶ διαπονούμενος ἀπάθειαν ὁ ὁ inserted by Wilamowitz. ἄνθρωπος οὐδὲν ἀνύει, ἐὰν δὲ γένηται δῆλος ὑπερεπιθυμῶν τούτου καὶ διεσπουδακώς, τῇ προσθήκῃ τῆς παρὰ θεοῦ δυνάμεως περιγίνεται· βουλομέναις μὲν γὰρ ταῖς ψυχαῖς ὁ θεὸς συνεπιπνεῖ, εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας, καὶ τὸ δοθὲν ἐκ θεοῦ πνεῦμα συνεστάλη· τὸ μὲν γὰρ ἄκοντας σῴζειν ἐστὶ βιαζομένου, τὸ δὲ αἱρουμένους χαριζομένου. οὐδὲ τῶν καθευδόντων καὶ βλακευόντων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ’ οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν · αὕτη γὰρ μόνημόνη Stählin (from Sacra Parallela of John of Damascus). μόνον MS. βία καλή, θεὸν βιάσασθαι καὶ παρὰ θεοῦ ζωὴν ἁρπάσαι, ὁ δὲ γνοὺς τοὺς βιαίως, μᾶλλον δὲ βεβαίωςβιαίως ... βεβαίως Stählin (from Sac. Par.) βεβαίως ... βιαίως MS. ἀντεχομένους συνεχώρησεν συνεχώρησεν Stählin. εἶξεν· χαίρει γὰρ ὁ θεὸς τὰ τοιαῦτα ἡττώμενος. τοιγάρτοι τούτων ἀκούσας ὁ μακάριος Πέτρος, ὁ ἐκλεκτός, ὁ ἐξαίρετος, ὁ πρῶτος τῶν μαθητῶν, ὑπὲρ οὗ μόνου καὶ ἑαυτοῦ τὸν φόρον ὁ σωτὴρ ἐκτελεῖ, ταχέως ἥρπασε καὶ συνέβαλε τὸν λόγον. καὶ τί φησιν; ἰδὲ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. τὰ δὲ πάντα εἰ μὲν τὰ κτήματα τὰ ἑαυτοῦ λέγει, τέσσαρας ὀβολοὺς ἴσως, τὸ τὸ inserted by Segaar. τοῦ λόγου, καταλιπὼν μεγαλύνεται καὶ τούτων ἀνταξίαν ἀποφαίνων ἂν λάθοι τὴν βασιλείαν τῶν οὐρανῶν· εἰ δέ, ἅπερ ἄρτιἄρτι Schwartz. ἄχρι MS. νῦν λέγομεν, τὰ παλαιὰ νοητὰ κτήματα καὶ ψυχικὰ νοσήματα ἀπορρίψαντες ἕπονται κατ’ ἴχνος τοῦ διδασκάλου, τοῦτ’ ἂν ἀνάπτοιτοἀνάπτοιτο Mayor. ἅπτοιτο MS. ἤδη τοῖς ἐν οὐρανοῖς ἐγγραφησομένοις. τοῦτοτοῦτο Wilamowitz. οὕτως MS. γὰρ ἀκολουθεῖν ὄντως τῷ σωτῆρι, ἀναμαρτησίαν καὶ τελειότητα τὴν ἐκείνου μετερχόμενον καὶ πρὸς ἐκεῖνον ὥσπερ κάτοπτρον κοσμοῦντα καὶ ῥυθμίζοντα τὴν ψυχὴν καὶ πάντα διὰ πάντων ὁμοίως διατιθέντα.