Thesauros Edebiyat theology τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος Clement of Alexandria, Saint approximately 150-approximately 215
25 Ταύτης δὲ ὁμοίως ἔχεται τῆς γνώμης καὶ τὸ ἑπόμενον· νῦν δὲ ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς ἔχειν μετὰ διωγμῶν εἰς ποῦ;εἰς ποῦ; Stählin. εἶς που MS. See p. 280, n. 1. οὔτε γὰρ ἀχρημάτους οὔτε ἀνεστίους οὔτε ἀναδέλφους ἐπὶ τὴν ζωὴν καλεῖ, ἐπεὶ καὶ πλουσίους κέκληκεν, ἀλλ’ ὃν τρόπον προειρήκαμεν, καὶ ἀδελφοὺς κατὰ ταὐτὸνκατὰ ταὐτὸν Segaar. κατʼ αὐτὸν MS. ὥσπερ Πέτρον μετὰ Ἀνδρέου καὶ Ἰάκωβον μετὰ Ἰωάννου, τοὺς Ζεβεδαίου παῖδας, ἀλλ’ ὁμονοοῦντας ἀλλήλοις τε καὶ Χριστῷ. τὸ δὲ μετὰ διωγμῶν ταῦτα ἕκαστα ἔχειν ἀποδοκιμάζει· διωγμὸς δὲ ὁ μέν τις ἔξωθεν περιγίνεται τῶν ἀνθρώπων ἢ δι’ ἔχθραν ἢ διὰ φθόνον ἢ διὰ φιλοκέρδειαν ἢ κατ’ ἐνέργειαν διαβολικὴν τοὺς πιστοὺς ἐλαυνόντων· ὁ δὲ χαλεπώτατος ἔνδοθέν ἐστι διωγμός, ἐξ αὐτῆς ἑκάστῳ τῆς ψυχῆς προπεμπόμενος λυμαινομένης ὑπὸ ἐπιθυμιῶν ἀθέων καὶ ἡδονῶν ποικίλων καὶ φαύλων ἐλπίδων καὶ φθαρτικῶνφθαρτικῶν Mayor. φθαρτῶν MS. ὀνειροπολημάτων, ὅταν, ἀεὶ τῶν πλειόνων ὀρεγομένη καὶ λυσσῶσα ὑπὸ ἀγρίων ἐρώτων καὶ φλεγομένη, καθάπερ κέντροις ἢ μύωψι τοῖς προσκειμένοιςπροσκειμένοις Segaar. προκειμένοις MS. αὐτῇ πάθεσιν ἐξαιμάσσηται πρὸς σπουδὰς μανιώδεις καὶ ζωῆς ἀπόγνωσιν καὶ θεοῦ καταφρόνησιν. οὗτος ὁ διωγμὸς βαρύτερος καὶ χαλεπώτερος, ἔνδοθεν ὁρμώμενος, ἀεὶ συνών, ὃν οὐδὲ ἐκφυγεῖν ὁ διωκόμενος δύναται· τὸν γὰρ ἐχθρὸν ἐν ἑαυτῷ περιάγει πανταχοῦ. οὕτω καὶ πύρωσις ἡ μὲν ἔξωθεν προσπίπτουσα δοκιμασίαν κατεργάζεται, ἡ δὲ ἔνδοθεν θάνατον διαπράσσεταιδιαπράσσεται Barnard. διαταράσσεται MS.. καὶ πόλεμος ὁ μὲν ἐπακτὸς ῥᾳδίως καταλύεται, ὁ δὲ ἐν τῇ ψυχῇ μέχρι θανάτου παραμετρεῖται. μετὰ διωγμοῦ τοιούτου πλοῦτον ἐὰν ἔχῃς τὸν αἰσθητὸν κἂν ἀδελφοὺς τοὺς πρὸς αἵματος καὶ τὰ ἄλλα ἐνέχυρα, κατάλιπε τὴν τούτων παγκτησίαν τὴν ἐπὶ κακῷ, εἰρήνην σεαυτῷ παράσχες, ἐλευθερώθητι διωγμοῦ μακροῦ, ἀποστράφηθι πρὸς τὸ εὐαγγέλιον ἀπ’ ἐκείνων, ἑλοῦ τὸν σωτῆρα πρὸ πάντων, τὸν τῆς σῆς συνήγορον καὶ παράκλητον ψυχῆς, τὸν τῆς ἀπείρου πρύτανιν ζωῆς. τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια· καὶ ἐν μὲν τῷ παρόντι χρόνῳ ὠκύμορα καὶ ἀβέβαια, ἐν δὲ τῷ ἐρχομένῳ ζωήζωή Ghisler. ζωήν MS. ἐστιν αἰώνιος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi