Thesauros Edebiyat theology τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος Clement of Alexandria, Saint approximately 150-approximately 215
6 Ἠρώτηται μὲν γὰρ ἡδέως ὁ κύριος ἡμῶν καὶ σωτὴρ ἐρώτημα καταλληλότατον αὐτῷ, ἡ ζωὴ περὶ ζωῆς, ὁ σωτὴρ περὶ σωτηρίας, ὁ διδάσκαλος περὶ κεφαλαίου τῶν διδασκομένων δογμάτων, ἡ ἡ inserted by Barnard. ἀλήθεια περὶ τῆς ἀληθινῆς ἀθανασίας, ὁ λόγος περὶ τοῦ πατρῴου λόγου, ὁ τέλειος περὶ τῆς τελείας ἀναπαύσεως, ὁ ἄφθαρτος περὶ τῆς βεβαίας ἀφθαρσίας. ἠρώτηται περὶ τούτων ὑπὲρ ὧν καὶ κατελήλυθεν, ἃ παιδεύει, ἃ διδάσκει, ἃ παρέχει, ἵνα δείξῃ τὴν τοῦ εὐαγγελίου ὑπόθεσιν, ὅτι δόσις ἐστὶν αἰωνίου ζωῆς. πρόοιδε δὲ ὡς θεὸς καὶ ἃ μέλλει διερωτηθήσεσθαι καὶ ἃ μέλλει τις αὐτῷ ἀποκρίνεσθαι. τίς γὰρ καὶ μᾶλλον ἢ ὁ προφήτης προφητῶν καὶ κύριος παντὸς προφητικοῦ πνεύματος; κληθεὶς δὲ ἀγαθός, ἀπ’ αὐτοῦ πρώτου τοῦ ῥήματος τούτου τὸ ἐνδόσιμον λαβὼν ἐντεῦθεν καὶ τῆς διδασκαλίας ἄρχεται, ἐπιστρέφων τὸν μαθητὴν ἐπὶ τὸν θεὸν τὸν ἀγαθὸν καὶ πρῶτον καὶ μόνον ζωῆς αἰωνίου ταμίαν, ἣν ὁ υἱὸς δίδωσιν ἡμῖν παρ’ ἐκείνου λαβών.
7 Οὐκοῦν τὸ μέγιστον καὶ κορυφαιότατον τῶν πρὸς τὴν ζωὴν μαθημάτων ἀπὸ τῆς ἀρχῆς εὐθὺς ἐγκαταθέσθαι τῇ ψυχῇ δεῖ, γνῶναι τὸν θεὸν τὸν αἰώνιον καὶ δοτῆρα αἰωνίων καὶ πρῶτον καὶ ὑπέρτατον καὶ ἕνα καὶ ἀγαθὸν θεόν. ὃν ὃν inserted by Wilamowitz. ἔστι κτήσασθαι διὰ γνώσεως καὶ καταλήψεως· αὕτη γὰρ ἄτρεπτος καὶ ἀσάλευτος ἀρχὴ καὶ κρηπὶς ζωῆς, ἐπιστήμη θεοῦ τοῦ ὄντως ὄντος καὶ τὰ ὄντα, τουτέστι τὰ αἰώνια, δωρουμένου, ἐξ οὗ καὶ τὸ εἶναι τοῖς ἄλλοις ὑπάρχει καὶ τὸ μεῖναι λαβεῖν. ἡ μὲν γὰρ τούτου ἄγνοια θάνατός ἐστιν, ἡ δὲ ἐπίγνωσις αὐτοῦ καὶ οἰκείωσις καὶ ἡ πρὸς αὐτὸν ἀγάπη καὶ ἐξομοίωσις μόνη ζωή.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi