Thesauros Edebiyat theology τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος Clement of Alexandria, Saint approximately 150-approximately 215
1 Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους τοῖς πλουσίοις δωροφοροῦντες οὐ μόνον κόλακες καὶ ἀνελεύθεροι δικαίως ἂν ἔμοιγε κρίνεσθαι δοκοῖεν, ὡς ἐπὶ πολλῷ προσποιούμενοι χαρίσασθαι τὰ ἀχάριστα, ἀλλὰ καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι· ἀσεβεῖς μέν, ὅτι παρέντες αἰνεῖν καὶ δοξάζειν τὸν μόνον τέλειον καὶ ἀγαθὸν θεόν, ἐξ οὗ τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα καὶ εἰς ὃν τὰ πάντα, περιάπτουσι τούτουτούτου Lindner: Stählin. (The bracketed words and letters are to fill blank spaces in the MS.) τὸ γέρας ἀνθρώποις ἐν ἀςώτῳ καὶ βορβορώδειἀσώτῳ καὶ βορβορώδει Lindner: Stählin. βίῳ κυλινδουμένοις καὶ καὶ Segaar. τὸ κεφάλαιον ὑποκειμένοιςὑποκειμένοις Combefis. ὑποκείμενον MS. τῇ κρίσει τοῦ θεοῦ· ἐπίβουλοι δέ, ὅτι καὶ αὐτῆς τῆς περιουσίας καθ’ αὑτὴν ἱκανῆς οὔσης χαυνῶσαι τὰς ψυχὰς τῶν κεκτημένων καὶ διαφθεῖραι καὶ ἀποστῆσαι τῆς ὁδοῦ, δι’ ἧς ἐπιτυχεῖν ἔστι σωτηρίας, οἵδε προσεκπλήσσουσι τὰς γνώμας τῶν πλουσίων ταῖς ἡδοναῖς τῶν ἀμέτρων ἐπαίνων ἐπαίροντες καὶ καθάπαξ τῶν ὅλων πραγμάτων πλὴν τοῦ πλούτου, δι’ ὃν θαυμάζονται, παρασκευάζοντες ὑπερφρονεῖν, τὸ δὴ τοῦ λόγου πῦρ ἐπὶ πῦρ μετοχετεύοντες, τύφῳ τῦφον ἐπαντλοῦντες καὶ ὄγκον πλούτῳ προσανατιθέντες βαρεῖ φύσει φορτίον βαρύτερον, οὗ μᾶλλον ἐχρῆν ἀφαιρεῖν καὶ περικόπτειν, ὡς σφαλεροῦ νοσήματος καὶ θανατηφόρου· τῷ γὰρ ὑψουμένῳ καὶ μεγαλυνομένῳ παραπέπηγενπαραπέπηγεν from Antonii Melissa: missing from MS. ἀντίστροφος ἡ πρὸς τὸ ταπεινὸν μεταβολὴ καὶ πτῶσις, ὡς ὁ θεῖος διδάσκει λόγος. ἐμοὶ δὲ φαίνεται μακρῷ φιλανθρωπότερον εἶναι τοῦ θεραπεύειν ἀνελευθέρως ἀνελευθέρως Fell. τοὺς πλουτοῦντας καὶ ἐπαινεῖν καὶ ἐπαινεῖν Barnard. ἐπὶ κακῷ τὸ συναίρεσθαι τὴν ζωὴν καὶ τὴν ζωὴν καὶ Stählin. τὴν σωτηρίαν αὐτοῖς κατεργάζεσθαι κατεργάζεσθαι Fell. ἅπαντα τὸν δυνατὸν τρόπον, τοῦτο μὲν ἐξαιτουμένους παρὰ θεοῦ τοῦ βεβαίως καὶ ἡδέως τοῖς ἑαυτοῦ τέκνοις τὰ τοιαῦτα προϊεμένου, τοῦτο δὲ λόγῳλόγῳ Segaar. λὲγω MS. διὰ τῆς χάριτος τοῦ σωτῆρος ἰωμένους τὰς ψυχὰς αὐτῶν, φωτίζοντας καὶ προσάγοντας ἐπὶ τὴν τῆς ἀληθείας κτῆσιν, ἧς ὁ τυχὼν καὶ ἔργοις ἀγαθοῖς ἐλλαμπρυνόμενος μόνος τὸτὸ Stählin. οὗτος MS. βραβεῖον τῆς αἰωνίου ζωῆς ἀναιρήσεται. δεῖται δὲ καὶ ἡ εὐχὴ ψυχῆς εὐρώστου καὶ λιπαροῦς ἄχρι τῆς ἐσχάτης ἡμέρας τοῦ βίου συμμεμετρημένης καὶ ἡ ἡ inserted by Barnard. πολιτεία διαθέσεως χρηστῆς καὶ μονίμου καὶ πάσαις ταῖς ἐντολαῖς τοῦ σωτῆρος ἐπεκτεινομένης.
1 / 41 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi