Kitap 1
5.3
ταύτης δὲ τῆς κατὰ Κυρίνιον ἀπογραφῆς καὶ ὁ τῶν παρ’ Ἑβραίοις ἐπισημότατος ἱστορικῶν Φλάυιος ύιος Ἰώσηπος μνημονεύει, καὶ ἄλλην ἐπισυνάπτων ἱστορίαν περὶ τῆς τῶν Γαλιλαίων κατὰ τοὺς αὐτοὺς ἐπιφυείσης χρόνους αἱρέσεως, ἧς καὶ παρ’ ἡμῖν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν μνήμην ὧδέ πως Acts 5, 37 λέγων πεποίηται μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείσθησαν αὐτῷ, διεσκορπίσθησαν.
5.4
τούτοις δ’ οὖν καὶ ὁ δεδηλωμένος ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἀρχαιολογίας συνᾴδων ταῦτα Joseph. A. I. 18, 1 παρατίθεται κατὰ λέξιν· Κυρίνιος δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων, ἀνὴρ τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι τά τε ἄλλα ἀξιώματι μέγας, σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους ἀπεσταλμένος καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος. καὶ μετὰ βραχέα φησίν·
5.5
Ἰούδας Joseph. A. I. 18, 4 δέ, Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γαμαλά, Σάδδοκον Φαρισαῖον προσλαβόμενος, ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες καὶ τῆς ἐλευθερίας ἐπ’ ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος.
5.6
καὶ ἐν τῇ Joseph. B. I. 2, 118 δευτέρᾳ δὲ τῶν ἱστοριῶν τοῦ Ἰουδαϊκοῦ πολέμου περὶ τοῦ αὐτοῦ ταῦτα γράφει· ἐπὶ τούτου τις ἀνὴρ Γαλιλαῖος Ἰούδας ὄνομα εἰς ἀποστασίαν ἐνῆγε τοὺς ἐπιχωρίους, κακίζων εἰ φόρον τε Ῥωμαίοις τελεῖν ὑπομενοῦσιν καὶ μετὰ τὸν θεὸν οἴσουσι θνητοὺς δεσπότας. ταῦτα ὁ Ἰώσηπος.
6.1
Τηνικαῦτα δὲ καὶ τοῦ Ἰουδαίων ἔθνους Ἡρῴδου πρώτου τὸ γένος ἀλλοφύλου διειληφότος τὴν βασιλείαν ἡ διὰ Μωυσέως περιγραφὴν ἐλάμβανεν Gen. 49, 10 προφητεία οὐκ ἐκλείψειν ἄρχοντα ἐξ Ἰούδα οὐδὲ ἡγούμενον ἐκ τῶν μηρῶν αὐτοῦ φήσαοα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, ὃν καὶ ἀποφαίνει προσδοκίαν ἔσεσθαι ἐθνῶν.