Thesauros Edebiyat theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Kitap 1

7.6 σκοποῦ τοίνυν ἡμῖν κειμένου τοῦ Ἰωσήφ, ἀποδεικτέον πῶς ἑκάτερος αὐτοῦ πατὴρ ἱστορεῖται, ὅ τε Ἰακὼβ ὁ ἀπὸ Σολομῶνος καὶ Ἡλὶ ὁ ἀπὸ τοῦ Ναθὰν ἑκάτερος κατάγοντες γένος, ὅπως τε πρότερον οὗτοι δή, ὅ τε Ἰακὼβ καὶ ὁ Ἡλί, δύο ἀδελφοί, καὶ πρό γε, πῶς οἱ τούτων πατέρες, Ματθὰν καὶ Μελχί, διαφόρων ὄντες γενῶν, τοῦ Ἰωσὴφ ἀναφαίνονται πάπποι.
7.7 καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχί, ἐν μέρει τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα, ὁμομητρίους ἀδελφοὺς ἐπαιδοποιήσαντο, τοῦ νόμου μὴ κωλύοντος χηρεύουσαν, ἤτοι ἀπολελυμένην ἢ καὶ τελευτήσαντος τοῦ ἀνδρός, ἄλλῳ γαμεῖσθαι·
7.8 ἐκ δὴ τῆς Ἐσθὰ (τοῦτο γὰρ καλεῖσθαι τὴν γυναῖκα παραδέδοται) πρῶτος Ματθάν, ὁ ἀπὸ τοῦ Σολομῶνος τὸ γένος κατάγων, τὸν Ἰακὼβ γεννᾷ, καὶ τελευτήσαντος τοῦ Ματθὰν Μελχί, ὁ ἐπὶ τὸν Ναθὰν κατὰ γένος ἀναφερόμενος, χηρεύουσαν, ἐκ μὲν τῆς αὐτῆς φυλῆς, ἐξ ἄλλου δὲ γένους ὤν, ὡς προεῖπον, ἀγαγόμενος αὐτήν, ἔσχεν υἱὸν τὸν Ἡλί.
7.9 οὕτω δὴ διαφόρων δύο γενῶν εὑρήσομεν τόν τε Ἰακὼβ καὶ τὸν Ἡλὶ ὁμομητρίους ἀδελφούς, ὧν ὁ ἕτερος, Ἰακώβ, ἀτέκνου τοῦ ἀδελφοῦ τελευτήσαντος Ἡλί, τὴν γυναῖκα παραλαβών, ἐγέννησεν ἐξ αὐτῆς τρίτον τὸν Ἰωσήφ, κατὰ φύσιν μὲν ἑαυτῷ (καὶ κατὰ Matt. 1, 16 λόγον, δι’ ὃ γέγραπται Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσήφ), κατὰ νόμον δὲ τοῦ Ἡλὶ υἱὸς ἦν· ἐκείνῳ γὰρ ὁ Ἰακώβ, ἀδελφὸς ὤν, ἀνέστησεν σπέρμα. δι’ ὅπερ οὐκ ἀκυρωθήσεται καὶ ἡ κατ’ αὐτὸν γενεαλογία·
7.10 ἣν Ματθαῖος μὲν ὁ εὐαγγελιστὴς ἐξαριθμούμενος Ἰακὼβ δέ φησίν ἐγέννησεν Luke 3, 23. 24 τὸν Ἰωσήφ, ὁ δὲ Λουκᾶς ἀνάπαλιν ὃς ἦν, ὡς ἐνομίζετο (καὶ γὰρ καὶ τοῦτο προστίθησιν) τοῦ Ἰωσὴφ τοῦ Ἡλὶ τοῦ Μελχί. τὴν γὰρ κατὰ νόμον γένεσιν ἐπισημότερον οὐκ ἦν ἐξειπεῖν, καὶ τὸ ἐγέννησεν ἐπὶ τῆς τοιᾶσδε παιδοποιίας ἄχρι τέλους ἐσιώπησεν, τὴν ἀναφορὰν ποιησάμενος Luke 3, 38 ἕως τοῦ Ἀδὰμ τοῦ θεοῦ κατ’ ἀνάλυσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi