Kitap 10
4.36
Τούτων δεῖν ἀπολαῦσαι τὴν διὰ θεὸν γενομένην ἔρημον τοῦ λόγου προαγορεύοντος, ἐπακούσας ὀξείᾳ διανοίας ἀκοῇ οὗτος ὁ νέος ἡμῶν καὶ καλὸς Ζοροβαβελ μετὰ τὴν πικρὰν ἐκείνην αἰχμαλωσίαν Matt. 24, 15 καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως, οὐ παριδὼν τὸ πτῶμα νεκρόν, πρώτιστα πάντων παρακλήσεσιν καὶ λιταῖς ἵλεω τὸν πατέρα μετὰ τῆς κοινῆς ὑμῶν ἁπάντων ὁμοφροσύνης καταστησάμενος καὶ τὸν Cf. Rom. 4, 17 μόνον νεκρῶν ζωοποιὸν σύμμαχον παραλαβὼν καὶ συνεργόν, τὴν πεσοῦσαν ἐξήγειρεν προαποκαθάρας καὶ προθεραπεύσας τῶν κακῶν, καὶ στολὴν οὐ τὴν ἐξ ἀρχαίου παλαιὰν αὐτῇ περιτέθεικεν, ἀλλ’ ὁποίαν αὖθις παρὰ τῶν θείων χρησμῶν ἐξεπαιδεύετο, Hag. 2,9 σαφῶς ὧδε λεγόντων καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπέρ τὴν προτέραν.
4.37
Ταύτῃ δ’ οὖν πολὺ μείζονα τὸν χῶρον ἅπαντα περιλαβών, τὸν μὲν ἔξωθεν ὠχυροῦτο περίβολον τῷ τοῦ παντὸς περιτειχίσματι, ὡς ἂν ἀσφαλέστατον εἴη τοῦ παντὸς ἕρκος·
4.38
πρόπυλον δὲ μέγα καὶ εἰς ὕψος ἐπηρμένον πρὸς αὐτὰς ἀνίσχοντος ἡλίου ἀκτῖνας ἀναπετάσας, ἤδη καὶ τοῖς μακρὰν περιβόλων ἔξω ἱερῶν ἑστῶσιν τῆς τῶν ἔνδον παρέσχεν ἀφθονίαν θέας, μόνον οὐχὶ καὶ τῶν ἀλλοτρίων τῆς πίστεως ἐπὶ τὰς πρώτας εἰσόδους ἐπιστρέφων τὰς ὄψεις, ὡς ἂν μὴ παρατρέχοι τις ὅτι μὴ τὴν ψυχὴν κατανυγεὶς πρότερον μνήμῃ τῆς τε πρὶν ἐρημίας καὶ τῆς νῦν παραδόξου θαυματουργίας, ὑφ’ ἧς τάχα καὶ ἑλκυσθήσεσθαι κατανυγέντα καὶ πρὸς αὐτῆς τῆς ὄψεως ἐπὶ τὴν εἴσοδον προτραπήσεσθαι ἤλπισεν.
4.39
εἴσω δὲ παρελθόντι πυλῶν οὐκ εὐθὺς ἐφῆκεν ἀνάγνοις καὶ ἀνίπτοις ποσὶν τῶν ἔνδον ἐπιβαίνειν ἁγίων, διαλαβὼν δὲ πλεῖστον ὅσον τὸ μεταξὺ τοῦ τε νεὼ καὶ τῶν πρώτων εἰσόδων, τέτταρσι μὲν πέριξ ἐγκαρσίοις κατεκόσμησεν στοαῖς, εἰς τετράγωνόν τι σχῆμα περιφράξας τὸν τόπον, κίοσι πανταχόθεν ἐπαιρομέναις· ὧν τὰ μέσα διαφράγμασι τοῖς ἀπὸ ξύλου δικτυωτοῖς ἐς τὸ σύμμετρον ἥκουσι μήκους περικλείσας, μέσον αἴθριον ἠφίει εἰς τὴν τοῦ οὐρανοῦ κάτοψιν, λαμπρὸν καὶ ταῖς τοῦ φωτὸς ἀκτῖσιν ἀνειμένον ἀέρα παρέχων.