Kitap 10
8.2
καὶ ὧδε μὲν τὰ καθ’ ἡμᾶς ἐν εὐφροσύναις καὶ πανηγύρεσιν ἐτελεῖτο· οὐκ ἦν δὲ ἄρα τῷ μισοκάλῳ φθόνῳ τῷ τε φιλοπονήρῳ δαίμονι φορητὸς ἡ τῶν ὁρωμένων θέα, ὥσπερ οὖν οὐδὲ Λικιννίῳ πρὸς σώφρονα λογισμὸν ἐτύγχανεν αὐτάρκη τὰ τοῖς πρόσθεν δεδηλωμένοις τυράννοις συμβεβηκότα· ὃς εὐ φερομένης τῆς ἀρχῆς αὐτῷ βασιλέως τε μεγάλου Κωνσταντίνου δευτερείων τιμῆς ἐπιγαμβρίας τε καὶ συγγενείας τῆς ἀνωτάτω ἠξιωμένος, μιμήσεως μὲν τῆς τῶν καλῶν ἀπελιμπάνετο, τῆς δὲ τῶν ἀσεβῶν τυράννων μοχθηρίας ἐζήλου τὴν κακοτροπίαν, καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον ἢ τῇ τοῦ κρείττονος ἐμμένειν φιλίᾳ τε καὶ διαθέσει ᾑρεῖτο.
8.3
διαφθονηθείς γέ τοι τῷ πανευεργέτῃ, πόλεμον δυσαγῆ καὶ δεινότατον πρὸς αὐτὸν ἐκφέρει, οὐ φύσεως νόμων φεισάμενος, οὐχ ὁρκωμοσιῶν οὐχ αἵματος οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαβών.
8.4
ὁ μὲν γὰρ αὐτῷ οἷα πανάγαθος βασιλεὺς εὐνοίας παρέχων ἀληθοῦς σύμβολα, συγγενείας τῆς πρὸς αὐτὸν οὐκ ἐφθόνησεν γάμων τε λαμπρῶν ἀδελφῆς μετουσίαν οὐκ ἀπηρνήσατο, ἀλλὰ καὶ τῆς ἐκ πατέρων εὐγενείας βασιλικοῦ τε ἀνέκαθεν αἵματος κοινωνὸν γενέσθαι ἠξίωσεν τῆς τε κατὰ πάντων ἀπολαύειν ἀρχῆς οἷα κηδεστῇ καὶ συμβασιλεῖ παρεῖχεν τὴν ἐξουσίαν, οὐκ ἔλαττον μέρος τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν διέπειν αὐτῷ καὶ διοικεῖν κεχαρισμένος.
8.5
ὁ δ’ ἔμπαλιν τούτοις τἀναντία διεπράττετο, παντοίας ὁσημέραι κατὰ τοῦ κρείττονος μηχανὰς ἐπιτεχνώμενος πάντας τε ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψοιτο. τὰ μὲν οὖν πρῶτα πειρώμενος τὴν συσκευὴν ἐπικρύπτειν, φίλος εἶναι προσεποιεῖτο, δόλῳ τε καὶ ἀπάτῃ πλειστάκις ἐπιθέμενος ῥᾷστα ἂν τυχεῖν τοῦ προσδοκωμένου ἤλπισεν·
8.6
τῷ δὲ ἄρα ὁ θεὸς ἦν φίλος κηδεμών τε καὶ φύλαξ, ὃς αὐτῷ τὰς ἐν ἀπορρήτῳ καὶ σκότει Cf. Eph. 5, 11-13 μηχανωμένας ἐπιβουλὰς εἰς φῶς ἄγων διήλεγχεν. τοσοῦτον ἀρετῆς τὸ μέγα τῆς θεοσεβείας ὅπλον πρὸς ἄμυναν μὲν ἐχθρῶν, οἰκείας δὲ φυλακὴν σωτηρίας ἰσχύει· ᾧ δὴ πεφραγμένος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς τὰς τοῦ δυσωνύμου πολυπλόκους ἐπιβουλὰς διεδίδρασκεν.