Thesauros Edebiyat theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Kitap 10

8.7 ὃ δὲ τὴν λαθραίαν συσκευὴν ὡς οὐδαμῶς ἑώρα κατὰ γνώμην αὐτῷ χωροῦσαν, τοῦ θεοῦ πάντα δόλον τε καὶ ῥᾳδιουργίαν τῷ θεοφιλεῖ βασιλεῖ κατάφωρα ποιοῦντος, οὐκέθ’ οἷός τε ὢν ἐπικρύπτεσθαι, προφανῆ πόλεμον αἴρεται. ὁμόσε δῆτα Κωνσταντίνῳ πολεμεῖν διαγνούς,
8.8 ἤδη καὶ κατὰ τοῦ θεοῦ τῶν ὅλων, ὃν ἠπίστατο σέβειν αὐτόν, παρατάττεσθαι ὡρμᾶτο, κἄπειτα τοὺς ὑπ’ αὐτῷ θεοσεβεῖς, μηδὲν μηδ’ ὅλως πώποτε τὴν ἀρχὴν αὐτοῦ λυπηρὸν διαθεμένους, ἠρέμα τέως καὶ ἡσυχῇ πολιορκεῖν ἐπεβάλλετο. καὶ τοῦτ’ ἔπραττεν, δεινῶς ἀβλεπτεῖν ὑπὸ τῆς ἐμφύτου κακίας ἠναγκασμένος.
8.9 οὔτ’ οὖν τὴν μνήμην τῶν πρὸ αὐτοῦ Χριστιανοὺς ἐκδιωξάντων πρὸ ὀφθαλμῶν ἔθετο οὐδ’ ὧν αὐτὸς ὀλετὴρ καὶ τιμωρὸς δι’ ἃς μετῆλθον ἀσεβείας κατέστη· ἀλλὰ γὰρ τοῦ σώφρονος ἐκτραπεὶς λογισμοῦ, διαρρήδην δὲ μανεὶς τὰς φρένας, τὸν θεὸν αὐτὸν οἷα δὴ Κωνσταντίνου βοηθὸν ἀντὶ τοῦ βοηθουμένου πολεμεῖν ἐγνώκει.
8.10 Καὶ πρῶτα μὲν τῆς οἰκίας τῆς αὐτοῦ πάντα Χριστιανὸν ἀπελαύνει, ἔρημον αὐτὸς αὑτὸν ὁ δείλαιος τῆς τούτων καθιστὰς ὑπὲρ αὐτοῦ πρὸς τὸν θεὸν εὐχῆς, ἣν ὑπὲρ ἁπάντων αὐτοῖς ποιεῖσθαι Cf. 1 Tim. 2, 1. 2 πάτριον μάθημα τυγχάνει· εἶτα δὲ τοὺς κατὰ πόλιν στρατιώτας ἐκκρίνεσθαι καὶ ἀποβάλλεσθαι τοῦ τῆς τιμῆς ἀξιώματος, εἰ μὴ τοῖς δαίμοσιν θύειν αἱροῖντο, παρακελεύεται.
8.10 Καὶ ἔτι γε ταῦτα ἦν μικρά, τῇ τῶν μειζόνων συγκρινόμενα παραθέσει.
8.11 τί δεῖ τῶν καθ’ ἕκαστα καὶ κατὰ μέρος τῷ θεομισεῖ πεπραγμένων μνημονεύειν ὅπως τε νόμους ἀνόμους ὁ παρανομώτατος ἐξεῦρεν; τούς γέ τοι ἐν ταῖς εἱρκταῖς ταλαιπωρουμένους ἐνομοθέτει μηδένα μεταδόσει τροφῆς φιλανθρωπεύεσθαι μηδ’ ἐλεεῖν τοὺς ἐν δεσμοῖς λιμῷ διαφθειρομένους μηδ’ ἁπλῶς ἀγαθὸν εἶναι μηδένα μηδ’ ἀγαθόν τι πράττειν τοὺς καὶ πρὸς αὐτῆς τῆς φύσεως ἐπὶ τὸ συμπαθὲς τῶν πέλας ἑλκομένους. καὶ ἦν γε νόμων οὗτος ἄντικρυς ἀναιδὴς καὶ ἀπηνέστατος, πᾶσαν ἥμερον ὑπερεξάγων φύσιν, ἐφ’ ᾧ καὶ τιμωρία προσέκειτο τοὺς ἐλεοῦντας τὰ ἴσα πάσχειν τοῖς ἐλεουμένοις δεσμοῖς τε καὶ φυλακαῖς καθείργνυσθαι, τὴν ἴσην τοῖς καταπονουμένοις ὑπομένοντας τιμωρίαν, τοὺς τὰ φιλάνθρωπα διακονουμένους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi