Kitap 6
33.4
καὶ ἄλλα μὲν οὖν μυρία Ὠριγένους πέρι μνήμῃ παραδιδόασιν τῶν καθ’ ἡμᾶς οἱ πρεσβύτεροι, ἃ καὶ παρήσειν μοι δοκῶ, οὐ τῆς ἐνεστώσης ἐχόμενα πραγματείας· ὅσα δὲ ἀναγκαῖα τῶν περὶ αὐτὸν διαγνῶναι ἦν, ταῦτα καὶ ἐκ τῆς ὑπὲρ αὐτοῦ πεπονημένης ἡμῖν τε καὶ τῷ καθ’ ἡμᾶς ἱερῷ μάρτυρι Παμφίλῳ ἀπολογίας πάρεστιν ἀναλέξασθαι, ἣν τῶν φιλαιτίων ἕνεκα συμπονήσαντες ἀλλήλοις διὰ σπουδῆς πεποιήμεθα.
34.1
Ἔτεσιν δὲ ὅλοις ἓξ Γορδιανοῦ τὴν Ῥωμαίων διανύσαντος ἡγεμονίαν, Φίλιππος ἅμα παιδὶ Φιλίππῳ τὴν ἀρχὴν διαδέχεται. τοῦτον κατέχει λόγος Χριστιανὸν ὄντα ἐν ἡμέρᾳ τῆς ὑστάτης τοῦ πάσχα παννυχίδος τῶν ἐπὶ τῆς ἐκκλησίας εὐχῶν τῷ πλήθει μετασχεῖν ἐθελῆσαι, οὐ πρότερον δὲ ὑπὸ τοῦ τηνικάδε προεστῶτος ἐπιτραπῆναι εἰσβαλεῖν, ἢ ἐξομολογήσασθαι καὶ τοῖς ἐν παραπτώμασιν ἐξεταζομένοις μετανοίας τε χώραν ἴσχουσιν ἑαυτὸν καταλέξαι· ἄλλως γὰρ μὴ ἄν ποτε πρὸς αὐτοῦ, μὴ οὐχὶ τοῦτο ποιήσαντα, διὰ πολλὰς τῶν κατ’ αὐτὸν αἰτίας παραδεχθῆναι. καὶ πειθαρχῆσαί γε προθύμως λέγεται, τὸ γνήσιον καὶ εὐλαβὲς τῆς περὶ τὸν θεῖον φόβον διαθέσεως ἔργοις ἐπιδεδειγμένον.
35.1
Τρίτον δὲ τούτῳ ἔτος ἦν, καθ’ ὃ μεταλλάξαντος Ἡρακλᾶ τὸν βίον ἐπὶ δέκα ἓξ ἔτεσιν τῆς προστασίας τῶν κατ’ Ἀλεξάνδρειαν ἐκκλησιῶν, τὴν ἐπισκοπὴν Διονύσιος ὑπολαμβάνει.
36.1
Τότε δῆτα, οἷα καὶ εἰκὸς ἦν, πληθυούσης θυούσης τῆς πίστεως πεπαρρησιασμένου τε τοῦ καθ’ ἡμᾶς παρὰ πᾶσιν λόγου, ὑπὲρ τὰ ἑξήκοντά φασιν ἔτη τὸν Ὠριγένην γενόμενον, ἅτε δὴ μεγίστην ἤδη συλλεξάμενον ἐκ τῆς μακρᾶς παρασκευῆς ἕξιν, τὰς ἐπὶ τοῦ κοινοῦ λεγομένας αὐτῷ διαλέξεις ταχυγράφοις μεταλαβεῖν ἐπιτρέψαι, οὐ πρότερόν ποτε τοῦτο γενέσθαι συγκεχωρηκότα.
36.2
Ἐν τούτῳ καὶ τὰ πρὸς τὸν ἐπιγεγραμμένον καθ’ ἡμῶν Κέλσου τοῦ Ἐπικουρείου Ἀληθῆ λόγον ὀκτὼ τὸν ἀριθμὸν συγγράμματα συντάττει καὶ τοὺς εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον εἴκοσι πέντε τόμους τούς τε εἰς τοὺς δώδεκα προφήτας, ἀφ’ ὧν μόνους εὕρομεν πέντε καὶ εἴκοσι.